Βάτραχοι 〈αἰτοῦντες βασιλέα〉.
Πόλεμος βατράχων.
ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι
αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν.
Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον
ὅ κατιδόντες σιγὴν βάτραχοι ἔσχον,
ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι.
Χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη,
κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου
διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν.
Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία
ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ.
Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα
ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.