῎Ανθρωπος καταθραύσας ἄγαλμα.
καθικέτευεν τοῦ ἀγαθοποιῆσαι.
Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων,
μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ.
Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους,
ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας.
Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης,
ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα,
ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα·
Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με,
τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.