Ἀετὸς 〈τὰ πτερὰ τιλθεὶς〉 καὶ ἀλώτηξ.
ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας
εῖασεν αὐτὸν ἐκ οίκῳ σὺν ὀρνίθοις.
δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν.
Ἐτερος δέ τις τοῦτον ξαγοράσας
ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα.
Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας,
ῆνεγκεν εὐθὺς δῶρον τῷ ἔ’ εργέτῃ.
Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα·
Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον,
μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας
αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.