Ἄνθρωπος καὶ λέων 〈συνοδεύοντες〉.
Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις.
Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην
ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτʼ ἔφη·
Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων
καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.
Ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη·
Ἐφ' ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν·
εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους,
πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.
ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις.
Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη
ἀνθρώπου ὃς λέοντα πατῶν εἰστήκει.
Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει·
Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση 〈πέλει〉.
Ἔφη δʼ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε·
Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν,
† πολλοὺς ἄν εἶδες ὄντας ἀνθρώπων λίθους. †
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.