Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι.
Οὐκ ἦν πρεσβύτης, ἀλλʼ οὐδὲ νέος πάλιν,
λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχας
ὁμοῦ μιγείσας. Ὡς δὲ ἀνὴρ μεσῆλιξ
ἐτύγχανεν, ἤρατο θηλειῶν δύο,
μιᾶς μὲν πρέσβεως, ἑτέρας δὲ νέας. Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα
καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας
συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι.
Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν,
ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας,
ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις.
οὐκ ἦν πρέσβυς, ἀλλʼ οὐδὲ παλινέος·
λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας,
ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων.
Δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου,
τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν.
Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα
ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας,
αὐτὸν θέλοντα γερώει ὅλως εἶναι,
μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει.
Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη,
ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι,
ἕως φαρακλῶν ἐποίησαν οἱ δύο,
γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.