Ἀλώπηξ καὶ τράγος.
κάτω κατἡλθε πιεῖν εἰς φρέαρ ὕδωρ.
Ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει,
ὃς μετενόει καὶ βοηθὸν ἐζήτει,
ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος.
Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκβλεψαμένη
ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει·
Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,
εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,
οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾕδεῖς.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.