Ἀλέκτορες δύο καὶ ἀετος.
διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ,
ὁ εἶς ἡττηθεὶς ἐκρύπτετʼ ἐν γωνίᾳ,
ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας.
Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας
ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων,
ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου,
φωνῶν Ἥττησα τὸν ἴδιον ἐχθρόν μου
τροπωσάμενος ἀντίπαλον εῖς κράτος.
Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ,
ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω
καὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνον
ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα
βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα.
Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας
διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων
λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου
τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον
καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.