Ἵππος καὶ ὄνος.
Οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους.
Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐβόα·
Λάβε τοῦ βάρους καὶ κούφισον ὀλίγον·
οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν,
καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ·
εἰ δʼ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν.
Ὁ δʼ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον,
καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει.
Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ,
θρηνῶν ἐβόα· Οἴμοι τῷ παναθλίῳ,
τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ;
μὴ θελήσας γὰρ μικρὸν λαβεῖν τοῦ βάρους,
ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα.
τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες
ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.
Ὄνος καὶ ἡμίονος.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.