Ἰξευτὴς καὶ ἀσπίς.
κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην,
καὶ τήνδʼ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης
τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας
καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν,
καὶ πρὸς ὕψος ἔβλεπεν ἀγρεύων κίχλαν.
Ἀλλʼ ἐπὶ ποδῶν ἀσπὶς ἧν κοιμωμένη·
τὴν δʼ οὐ προιδών πεπάτηκεν εἰς κάραν.
Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου,
καὶ λιποψιυχῶν ἐν στεναγμῷ ἐβόα·
Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην.
βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ.
Ἰξευτὴς καὶ ἔχις.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.