Ἥλιος βάτραχοι.
Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως
ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου.
Εἶς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας
ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐβόα·
Ὧ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ,
εἰς τί βοᾶτε μεγάλα κεκραγότες
ὡς ἐπ᾽ ἀγάθῳ τινὶ προσδοκωμένῳ;
Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων
ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ,
εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει,
τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.