Ἔχις καὶ ἀλώπηξ.
Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον
εἶχεν ἐπ᾽αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων.
Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως,
ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει.
Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη,
ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον.
Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη.
Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.