Δρυοτόμοι καὶ δρῦς.
Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην,
σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων,
οἶς καὶ ῥᾳδίως κατέσχιζον σανίδας.
δὲ ἐθρήνει ὀλολύζουσα οὕτως·
Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην
τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων
ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. ῞Οτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται. 10
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.