[13] Εἰ δʼ οὖν ἀληθὲς, ὁ λέγουσιν ἄλλοι τε καὶ οἱ περὶ Κρήτην, ὡς ἄρα νῦν μείζονες οἱ χειμῶνες καὶ χιὼν πλείων πίπτει, τεκμήρια φέροντες ὡς τότε μὲν ᾠκεῖτο τὰ ὄρη καὶ ἔφερε καρπὸν καὶ τὸν σιτηρὸν καὶ τὸν δενδρίτην πεφυτευμένης καὶ διειργασμένης τῆς χώρας· ἔστι γὰρ πεδία ἐν τοῖς ἰδαίοις ὄρεσιν εὐμεγέθη καὶ ἐν τοῖς ἄλλοις ὧν νῦν οὐδʼ ὁτιοῦν γεωργοῦσι διὰ τὸ μὴ φέρειν, τότε δʼ ὥσπερ εἴρηται καὶ ἐπῴκουν, ὅθεν καὶ ἡ νῆσος πλήρης ἦν ἀνθρώπων, ὄμβρων μὲν γενομένων κατʼ ἐκεῖνον τὸν χρόνον πολωλῶν χιόνων δὲ καὶ χειμώνων μὴ γινομένων, — εἰ δʼ ἔστιν ἀληθῆ ταῦτα, ὅπερ λέγουσιν, ἀναγκαῖον καὶ τοὺς ἐτησίας εἶναι πλείους.