(61 (59))
Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας γίνονται φύσεις· ἑκάστῳ γάρ ἐστί τις οἰκεία κατὰ τὴν κμᾶσιν. Αὗται δʼ ἡδεῖαι μὲν καὶ καθαραὶ καὶ κατὰ τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν, ἔτι δὲ ἡδίους ἁπαλῶν καὶ νέων ὄντων. Πλεῖσται δὲ καὶ κακωδέσταται περὶ τὰς ὀχείας καὶ ὅλως συντηκομένων καὶ καμνόντων σωμάτων· διὸ καὶ οἱ τράγοι καὶ οἱ ἔλαφοι καὶ λαγοὶ καὶ τἆλλα τότε μάλιστα ὄζει.(62 (60))
Θαυμαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς τραγέας ὅταν ἡ ὥρα καθήκῃ τῆς ὁρμῆς. Αἴτιον δὲ δηλονότι τὸ ὑπολείπεσθαί τινα ἐν τῷ δέρματι δύναμιν ἢ ὑγρότητα τοιαύτην ἀφʼ ἧς ἡ ὁρμὴ γίνεται καὶ ζώντων· κινουμένης οὖν καὶ διαθερμαινομένης ταύτης ὑπὸ τοῦ ἀέρος εὔλογον καὶ τὰ δέρματα καθʼ ὅσον ἐπιβάλλει κινεῖσθαι. Διὸ καὶ ὡς πρῶτον αἴτιον ἡ διάθεσις· τότε γὰρ καὶ οἱ μὴ ὀχεύοντες ὄζουσι καὶ οἱ ἄγονοι καὶ αἱ αἶγες ὅλως. Ἡ δʼ ὀχεία τότε μὲν μεγάλην μερίδα συμβάλλεται, καθʼ αὑτὴν δʼ αἰτία γίνεται ἡ διάθεσις.De Odoribus. Theophrastus. Paris. 1866.
Funding provided by University of Virginia.