Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[9] εἰ δ᾽ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ᾽ ἧς καὶ ἡ ὄρεξις. τάχα δὲ καὶ τοῦτ᾽ ἄν τις ἐπιζητήσειε διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικὰ, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄντων, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου. ἀλλὰ τοῦτό γ᾽ ἄτοπον εἰ δι᾽ ἀσθένειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειε τοῦ Ὁμήρου Διὸς ὅς φησιν
αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ.
ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι. Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)