Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[26] χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ᾽ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ᾽ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν ὅρον, οἷον περί τε τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας. οί γὰρ ἀπάντων ζητοῦντες λόγον ἀναιροῦσι λόγον ἅμα δὲ καὶ τὸ εἰδέναι. μᾶλλον δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)