Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[24] ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ᾽ ἡμετέρα τις ἀρχή.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)