Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[20] σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων· ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽ ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς
ἦν ἄν τι κατά τινος. ὅλως δὲ τὸ ἐν πλείοσι τὸ αὐτὸ συνιδεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον, ἢ ἰδίᾳ πως καθ᾽ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς ζώοις φυτοῖς. τέλος δ᾽ ἡ ἐξ ἀμφοῖν. ἔστι δ᾽ ἐνίων μὲν τὸ καθόλου τέλος, ἐν τούτῳ γὰρ τὸ αἴτιον· τῶν δὲ τὸ ἐν μέρει, καθ᾽ ὅσα διαίρεσις εἰς τὰ ἄτομα καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)