Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[14] πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους καὶ οἷον δυναμικὰς ὥσπερ ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας ὡς μάλιστα δέον ταύτας ὡρίσθαι καθάπερ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι. φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω καθάπερ τῇ γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς. συνακολουθεῖ δὲ καὶ τὰ μετὰ τὰς ἀρχάς. ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς. οἱ μὲν οὐν ἀμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ᾽ ἀμφοτέρας ἐμμόρφους, καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον·
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)