On Fire. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[63] Διὰ τί δ᾽ ἐκ μὲν ξύλων γίνεται πυρεῖα καίπερ οὐκ ἐκπηδῶντος πυρὸς, ἐκ δὲ λίθων ἐκπηδῶντος ἧττον γίνεται; τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ἐκ πολλῶν γὰρ γίνεται μᾶλλον καὶ θᾶττον. οὐ μὴν ἀλλ᾽ εᾶπερ, ἐκείνην ὑποληπτέον τὴν αἰτίαν ὅτι τὸ μὲν ξύλον εὐθύς ὑπεκκαῖον ἔχει συγγενῶν ἐνόντων τῷ πυρί· κἂν μὴ παρῇ τοιοῦτον, θᾶττον πυροῦται δι᾽ ἀσθένειαν· ὁ δὲ λίθος
οὐκ ἔχει κατάξηρος ὤν. διὸ καὶ τῷ ἐκπηδῶντι εὐθύς πεπυρωμένον προσάγουσιν.
[64] ἅπτεται δὲ βέλτιον ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα διότι ξηρότερα ὄντα θᾶττον καὶ δι᾽ ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐκ τῶν τυχόντων ξύλων ἀλλ᾽ ἐξ ὡρισμένων τινῶν γίνεται· δεῖ γὰρ ἔχειν τινὰ συμμᾶτρίαν. ἄριστα δὲ οἱ μὲν ἐκ κιττοῦ φασίν, οἱ δ᾽ ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν τὸ δὲ τρύπανον δάφνης· οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ᾽ ἕτερον εὐθὺς κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου καὶ μᾶλλον εἰς τὴν ἐσχάραν· πρὸς δὲ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχει, δεῖ δὲ τοῦθ᾽ ὑπάρχειν ἵν᾽ ἡ τρίψις ἰσχύῃ· τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι, διὸ τῆς δάφνης ἄριστον· ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ
Current edition First1KGreek
Περὶ πυρός (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)