2.
μᾶλλον δὲ ψιλοῦϲθαι αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτοϲ τὰ εἰϲ οϲ οὐδέτερα διϲύλλαβα ἀρχόμενα ἀπὸ φύϲει μακρᾶϲ ψιλοῦται τὸ κατ’ ἀρχὰϲ φωνῆεν οἰον εὖχοϲ, ἦδοϲ. ὅλωϲ δὲ πάντα τὰ τροχαικὰ ψιλοῦται ὡϲ καὶ τὸ ἦχοϲ ἠμοϲ ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μεταϲχηματιϲθὲν ἀπὸ τοῦ ἡμέρα ὡϲ καὶ τὸ ἦδοϲ Αἰολικῶϲ ἀπὸ τῆϲ ἡδονῆϲ·
ὤϲπερ καὶ ἀπὸ τῆϲ μηχανῆϲ μετεϲχηματίϲθη τὸ μῆχοϲ, ὅπερ κοὶ μῆχαρ λέγεται ὡϲ ἦμαρ καὶ ὡϲ μῶμαρ ὁ μῶμοϲ παρὰ Λυκόφρονι, προϲφυέϲτερον δὲ εἰπεῖν ὡϲ ἀλκή ἄλκαρ. ϲεϲημείωται ἐν τῷ ῥηθέντι κανόνι 1 2 τῶν τροχαικῶν τὸ ἧλοϲ δαϲυνθὲν καὶ τὸ ᾗχι, ἐφ’ ὧν ἐϲτι καὶ ἀπολγία εὔλογοϲ τοῦ δαϲύνεϲθαι αὐτά.
Συμπόσιον. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.