7
διδοῦϲιν ἐκεῖνοι, καὶ τοῖϲ ζευγνῦϲι καὶ ζευγνῦϲιν ἐκεῖνοι. ϲεϲημείωται τὸ φαϲί καὶ εἰϲίν, ὅτι τῆϲ μετοχῆϲ βαρυνομένηϲ τὸ ῥῆμα ὠξυτονήθη· ἔϲτι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖϲ φᾶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα φαμέν φατέ φαϲίν ὀξυτόνωϲ· καὶ πάλιν ὁ εἴϲ τοῦ ἔντοϲ τῷ ἔντι τὸν ἔντα ἀντὶ τοῦ ὑπάρχοντα, ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ οὕτωϲ ἔχουϲα «παῖδα ἔντα »
ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντεϲ τῶν ἔντων τοῖϲ εἶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα ἐϲμέν ἐϲτέ εἰϲίν ὀξυτόνωϲ.
ἐπὶ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ οὐδὲν τοιοῦτον ποιοῦϲι διὰ τὴν κακοφωνίαν· ἀπὸ τοῦ ἱϲτᾶϲι γὰρ εἰ ἐποίηϲαν προϲόδῳ τοῦ α ἰϲτάαϲιν, ἀλλεπαλληλία τοῦ α ηὑρίϲκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο.
ἐχόντων, τὸ ἱεῖϲιν ὃ ϲημαίνει τὸ πέμπουϲι γίνεται ἱέαϲι προϲόδῳ τοῦ α καὶ ϲυϲτολῇ τῆϲ παραληγούϲηϲ, καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ α μακρὸν ἱᾶϲι προπεριϲπωμένωϲ, καὶ ἐν ϲυνθέϲει ἀφιᾶϲιν.
Περὶ τῶν εἰς μι. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.