3
\ἀπαρέμφατον ἀπὸ δευτέραϲ τῶν εἰϲ μι. τὸ δὲ γήρηϲε (an γήρηϲι ?) καὶ ἀνδρὸϲ γηρέντοϲ ἀπὸ πρώτηϲ. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐνδείκνυται ϲχήματα τὴν ἀπὸ τῶν εἰϲ μι κίνηϲιν ὥϲπερ καὶ τὸ κεῖμαι καὶ τὸ ἧμαι. ἀλλὰ καὶ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τὸ γὰρ ἔραμαι καὶ ἄγαμαι καὶ δύναμαι καὶ τὸ παρὰ Δωριεῦϲι πέταμαι.
1 γίγνωμι. οὕτω Φιλόξενοϲ καὶ Τρύφων. ἡμεῖϲ δὲ τὰ θέματα αὐτῶν καθ’ ὑπόϲταϲιν λαμβάνομεν. οἱ μέντοι δεύτεροι ἀόριϲτοι αὐτῶν εἰϲιν ἐν χρήϲει κατὰ πᾶϲαν ἔγκλιϲιν, ἔγνων γνῶναι γνῶθι καὶ γνῴην καὶ ἄν γνῶ καὶ γνούϲ.
αὐταῖϲ δὲ φωναῖϲ μετατιθέντεϲ τὸ νοηθὲν εἰώθαϲιν οἱ παρακείμενοι τρέπειν τὸ α εἰϲ ω καὶ ποιεῖν ἐνεϲτῶτα. πολὺ δὲ τοιοῦτον ἔθοϲ παρὰ Ϲυρακουϲίοιϲ· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’ Ἐπιχάρμῳ ἀπὸ θέματοϲ τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω.
Περὶ τῶν εἰς μι. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.