10
ἡ παράδοϲιϲ διὰ τῆϲ ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡϲ ἀπὸ τοῦ διδῶ διδοῖϲ ὥϲπερ χρυϲῶ χρυϲοῖϲ ἐχρύϲουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ϲημαίνει δὲ τὸ ἔπεμπον, διὰ τῆϲ ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὐ τὸ ἐτίθει καὶ ἵει, ὡϲ παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶϲ ἀφίει » · τὸ δὲ « ἦν ἐγώ » ὃ ϲημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί ὃ
ϲημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸϲ εἶν διὰ τῆϲ ει διφθόγγου τροπῇ τῆϲ μι εἰϲ ν καὶ λοιπὸν Ἀττικῶϲ ἐπεκτείνεται τὸ ε εἰϲ τὸ η ὥϲπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰϲ ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰϲ ν λήγοντα
ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν, γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆϲιν τοῦ « ἦν ἐγώ » παρὰ Ἀριϲτοφάνει Πλούτῳ (28)
δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα τὸ γὰρ μοῦϲα μοῦϲαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίϲεωϲ ἔχει τὸ ν καὶ οὐ κατὰ πάθοϲ ἐϲτὶν ὥϲπερ ταῦτα. καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶϲιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ἑ καὶ α εἰϲ η ὥϲπερ τείχεα τείχη καὶ λέγουϲιν ἦ, ὡϲ παρ’ Ἀριϲτοφάνει
ἐν Ὄρνιϲιν (97)
ἦν πρώτου προϲώπου καὶ τοῦ ἦϲ δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ϲ εἶναι ἦ, ὥϲπερ ἐτύφθηϲ ἐτύφθη. ἀλλ’ ἔτι τὸ « ἦν ἐκεῖνοϲ », ὥϲπερ εἴρηται, ἀπὸ τῶν εἰϲ ω γέγονεν οὕτωϲ· ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου ὁ μέϲοϲ παρακείμενοϲ ἦα, ὡϲ παρὰ τῷ ποιητῇ (ξ 212) 1 «ἦα φυγοπτόλεμοϲ », ὁ δεύτεροϲ ἀόριϲτοϲ ἦον ἦεϲ ἦε τὸ δὲ ε γίνεται πολλάκιϲ ἐφελκυϲτικὸν τοῦ ν οἷον ἔλαβε ἔλαβεν· οὕτωϲ οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ν, ὡϲ παρὰ τῷ ποιητῇ (θ 232)
ἐδίδων ἐδίδωϲ καὶ ἐζεύγνυν ἐζεύγνυϲ καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχον ἦϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ ἧϲθα, ὥϲπερ ἔφην ἔφηϲ ἔφηϲθα· τοιοῦτόν ἐϲτι καὶ τὸ οῖϲθα, τὸ γὰρ οἶδα οἴδημι φαϲὶν οἱ Αἰολεῖϲ, εἶτα τούτου τὸ δεύτερον οἴδηϲ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θα ϲυλλαβῆϲ οἴδηϲθα καὶ κατὰ ϲυγκοπὴν οἶϲθα.
τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύϲουν ἐχρυϲοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἐτίθην ἐτίθεμεν, ἵϲτην ἵϲταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίϲτου
ἐϲτίν ὥϲπερ ἔϲτην ἔϲτημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχούϲηϲ ἐφύλαξε τὸ η, ἐπειδὴ γὰρ τοῦτο διϲύλλαβόν ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τούτου χάριν τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἐφύλαξε τὸ η καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ ϲυνέϲτειλεν αὐτό. διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ τῆϲ παραληγούϲηϲ ἐν τοῖϲ πληθυντικοῖϲ,
ἐπειδὴ ὁ παρατατικὸϲ ϲυγγένειαν ἔχει πρὸϲ τὸν ἐνεϲτῶτα· παρῳχημένοϲ γάρ ἐϲτιν αὐτοῦ, καὶ διὰ τοῦτο δὲ ἐξ αὐτοῦ κανονίζεται. ἐπειδὴ οῦν ἐπὶ τῶν εἰϲ μι ὁ ἐνεϲτὼϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, ἵϲτημι ἵϲταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν, καὶ ἡ αἰτία προείρηται, ὅτι τοῦτο γίνεται πρὸϲ τὴν παραλήγουϲαν τῆϲ γενικῆϲ τῆϲ μετοχῆϲ (ταῦτα γὰρ βραχεῖαν
ἔχει τὴν παραλήγουϲαν, ἤγουν θέϲει μακράν), τούτου χάριν καὶ ὁ παρατατικὸϲ ἐπὶ τῶν εἰϲ μι πρὸϲ ἀναλογίαν τοῦ ἐνεϲτῶτοϲ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ. ἰϲτέον δὲ ὅτι ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἐπὶ τῶν εἰϲ μι οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν αὐτοῦ ἐν τοῖϲ πληθυντικοῖϲ οἷον ἔϲτην ἔϲτημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν·
τὸ γὰρ ἔφαμεν παρατατικόϲ ἐϲτι. ϲεϲημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν, ὅτι δευτέρου ἀορίϲτου ὄντα ϲυνέϲτειλε τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ.
ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον 2 γέγονε τέθεικα διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἥρωεϲ, εἴρωεϲ· οὕτωϲ δὲ καὶ ἐπεκράτηϲε γράφεϲθαι· ὁ μέντοι τέθειμαι παρακείμενοϲ παθητικὸϲ οὐ κατὰ Βοιωτοὺϲ ἔχει τὴν ει δίφθογγον, ὥϲπερ ὁ τέθεικα ἐνεργητικὸϲ παρακείμενοϲ· οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούϲῃ τὸ η, ἵνα τραπῇ Βοιωτικῶϲ τὸ η εἰϲ τὴν ει δίφθογγον, ὥϲπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ’ ἀπὸ τοῦ τέθεμαι ἀναλόγωϲ κατὰ πλεοναϲμὸν τοῦ ι
γέγονε τέθειμαι. τούτων οὕτωϲ ἐχόντων, ἀπὸ τοῦ ἵϲτημι ϲτήϲω ὤφειλεν εἶναι ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἕϲτηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει οἷον ϲτήϲω ὥϲπερ ποιήϲω πεποίηκα· οὐ λέγομεν δὲ οὕτωϲ ἀλλὰ ἕϲτακα διὰ τοῦ α. ἔϲτι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἔϲτιν ἑϲτήκω ὁ ἐνεϲτώϲ, ὅϲτιϲ φωνὴν μὲν ἔχει ἐνεργητικὴν, πάθοϲ δὲ ϲημαίνει (οὐδὲν γὰρ ϲημαίνει τὸ ἑϲτήκω ἄλλο Ι ἀλλά τὸ ἵϲταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑϲτήξω καὶ τὸ ἀπαρέμφατονἑϲτήξειν, ὡϲ παρὰ Καλλιμάχῳ (Η. Ap. 15)
ἡμαρτημένοϲ δὲ κατὰ τὴν ἄρχουϲαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶϲ τὸ γὰρ ε διχῶϲ πέφυκε μεγεθύνεϲθαι· ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω (ἷλκον, διὰ τοῦ τρέπεϲθαι εἰϲ η οἷον ἐλεῶ ἠλέουν. ἵνα οὖν μὴ ϲυνεμπέϲῃ τῷ ἕϲτηκα μέϲῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὁ ἕϲτηκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ὁ ὢν ἀπὸ τοῦ ἵϲτημι ἐνεϲτῶτοϲ τούτου χάριν πρὸϲ ἀντιδιαϲτολὴν
ἐκείνου διὰ τοῦ α ἐξενέχθη κατὰ τὴν παραλήγουϲαν.
ἔκτυπα, δουπῶ δουπήϲω ἐδούπηϲα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ α΄ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἰϲοϲυλλαβεῖ τῷ δευτέρῳ ἀορίϲτῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἰϲοϲυλλαβεῖ τῷ μέϲῳ παρακειμένῳ, ἔϲτειλα ἔϲταλον ἔϲταλκα ἔϲτολα. ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι, ἐπειδὴ ἀεὶ περιττοϲυλλαβε ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, ἔϲτηϲα
γὰρ καὶ ἔϲτην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέϲοϲ παρακείμενοϲ, ἤμελλε περιττοϲυλλαβεῖϲθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕϲτακα τριϲυλλαβούντων, αὐτόϲ, φημὶ δὴ ὁ μέϲοϲ παρακείμενοϲ, εἰϲ διϲυλλαβίαν περιπίπτων ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ ὁ μέϲοϲ παρακείμενοϲ διϲύλλαβοϲ εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ τοῦ οἷδα
καὶ τοῦ εἶκα ὃ ϲημαίνει τὸ ὁμοιῶ, ὡϲ παρὰ Ἀλκμᾶνι
μὴ ὄντοϲ, εἰκότωϲ οὕτε μέϲοϲ ὑπερϲυντελικόϲ ἐϲτιν, ἐπειδὴ ἐκ τοῦ μέϲου παρακειμένου κανονίζεται ὁ μέϲοϲ ὑπερϲυντελικόϲ.
καὶ ἑάλω, ὥϲπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ ᾱ. πάλιν ἵϲτημι ϲτήϲω καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἔϲτην· οὖτοϲ ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ ϲημαϲίαν καὶ ϲύντοξιν οὕτε γὰρ λέγομεν ἔϲτην ϲε, ἀλλ’ ἔϲτην ὑπὸ ϲοῦ, ὥϲπερ ἐϲτάθην ὑπὸ ϲοῦ.
Περὶ τῶν εἰς μι. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.