Herodianus Περὶ ῥημάτων 8

ed. August Lentz

Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Περὶ ῥημάτων (Greek) (Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868)

Notes on the current edition

Περὶ ῥημάτων

1. παρατατικῷ μόνῳ τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον βόαϲκε γέλαϲκε· ἐν δὲ τῷ β΄ ἀορί- ϲτῳ ἐὰν ὅλωϲ γίνηται τὸ ε ἔχει πρὸ τοῦ ϲ καὶ κ, μυκῶ μυκᾶϲ ἔμυκον μύκεϲκε· τὰ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν εἰϲ μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ διὰ τοῦ α ἐκφέρεται πρὸ τοῦ ϲ καὶ κ οἶον ἵϲτημι ἵϲτηϲ ἵϲτη ἱϲταϲκε ἔϲτην ϲτάϲκε. τὰ δὲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ τῶν εἰϲ μι διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ ϲκ οἷον ἐχρύϲουν ἐχρύϲοϲκε, ἐδίδων ἐδίδοϲκε τὰ δὲ τῆϲ τετάρ- τηϲ ϲυζυγίαϲ εἰϲ μι ϲυϲτέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ ϲκ οἶον ζεύγνυμι ἐζεύ- γνυν ἐζεύγνυϲ ἐζεύγνυϲκε, ἔδυν ἔδυϲ ἔδυϲκε ὁ δὲ πρῶτοϲ ἀόριϲτοϲ ἐπὶ τῶν βαρυ- τόνων καὶ ἐπὶ τῶν περιϲπωμένων καὶ ἐπὶ τῶν εἰϲ μι τὸ α ἔχει πρὸ τοῦ ϲκ οἶον τύψα- ϲκε γράψαϲκε βοήϲαϲκε φήϲαϲκε πτήϲαϲκε (sic), καὶ τοῦτο εἰκότωϲ· τὸ γὰρ κεχρεω- ϲτημένον τῷ τρίτῳ προϲώπῳ ἀνεδέξατο ἐνταῦθα τὸ γὰρ τρίτον πρόϲωπον τοῦ πρώτου ἀορίϲτου διὰ τοῦ α ὤφειλεν εἶναι οἶον ἔτυψα ἔτυψαϲ καὶ ἔτυψα ἐκεῖνο, κατὰ ἀποβολὴν τοῦ ϲ, ἀλλ’ ἐπειδὴ οὐκ ἠδύνατο τὸ τρίτον πρόϲωπον ὁμοφωνεῖν κατά τὸν αὐτὸν ἀριθμὸν καὶ τὴν αὐτὴν διάλεκτον, καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε καὶ γέγονεν ἔτυψεν ἐκεῖνοϲ ἐνταῦθα δὲ ἐπειδὴ προϲερχομένου τοῦ ϲκ οὐκέτι γίνεται ὁμοφωνία τοῦ τρίτου προϲώπου πρὸϲ τὸ πρῶτον πρόϲωπον, προϲ- ἤλθε τὸ κεχρεωϲτημένον α οἶον τύψαϲκε ποιήϲαϲκε. ταῦτα δὲ οἱ Ἴωνεϲ· οἱ δὲ ποιηταὶ κατὰ μίμηϲιν τῶν Ἰώνων πολλάκιϲ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόϲ- ωπον ποιοῦϲι διὰ τοῦ ϲκ οἶον τύπτεϲκον· χαίρεϲκον γὰρ ἔγωγε καὶ τύπτεϲκεϲ καὶ χαίρεϲκεϲ. λέγει δὲ ὁ Ἄβρων ὅτι εἴ τι προϲλαμβάνει ταῦτα κατὰ τὸ τέλοϲ, ἀποβάλλει κατὰ τὴν ἀρχὴν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦϲιν οἱ Ἴωνεϲ τύπτεϲκεν, ἀποβάλλοντεϲ ἐκ τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ καὶ προϲτιθέντεϲ κατὰ τὸ τέλοϲ· διά τοῦτο δὲ τὸ ἔτυ- πτεν ἐν τῷ τύπτεϲκεν ἀποβάλλει τὸ ε τὸ τῆϲ ἀρχούϲηϲ, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταἰϲ ἰδίαιϲ μετοχαῖϲ θέλει ϲυνάρχεϲθαι οἶον ἔτυπτε τύπτε τύπτε δ’ ἐπιϲτροφάδην (Φ 20) πρὸϲ τὴν τύπτων μετοχὴν, ἦγον ἄγεν ἄγε δέ ἑ μοῖρα βαρεῖα (Ν 602?) πρὸϲ τὴν ἄγων μετοχὴν, ἥψατο ἅψατο ἅψατο δ’ ἡμιόνων (Ψ 666) πρὸϲ τὴν ἁψάμενοϲ μετοχήν, ἤκουϲα ἄκουϲα πρὸϲ τὴν ἀκούϲαϲ μετοχὴν πολλάκι γὰρ ϲέο πατρὸϲ ἐνί μεγάροιϲιν ὄκουϲα (Α 996). Simile adnotamentum recurrit in Ep. Cr. I 376, 14, ubi additur augmentum non semper omitti allatis «ἐμιϲγέϲκοντο πάροιθεν» (υ 7) «ἣ οἱ παρέκεϲκετ’ ἀμοι- βάϲ» (ξ 521) καίτοι ἐν ἑτέροιϲ τοῦτο χωρὶϲ τοῦ ε λέγει κέϲκετ’ ἐνὶ μεγάροιϲιν (φ 41). μήποτε δὲ ἡ πρόθεϲιϲ ὁλόκληρόϲ ἐϲτι καὶ ὀφείλει διὰ τοῦ α (pro β′) ἐκφέρεϲθαι παρακέϲκετο. ἔχομεν δὲ καὶ παρὰ τὸ ἐῶ ἐᾶϲ ἐᾷ εἴων εἴαϲ εἴα εἴαϲκε «ἀλλ’ οὐκ εἴαϲκε» (Υ 408). μήποτε δὲ καὶ τοῦτο κατὰ πάθοϲ γέγονε τοῦ ι πλεονάϲαντοϲ.
2. l. 12 Buttmannus ΙΙ 324 Ὄρνιϲι vitiosum esse animadvertit, quum locus ex Acharn. 133 depromptus sit, sed potest Herodianus memoria lapsus esse; idem adnotavit κεχήνετε potius pro imperativo quam pro indicativo habendum esse.