43.
ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆϲ μι εἰϲ ην καὶ ἐκ τούτου τὸ 1 β΄ πρόϲωπον περιπατοίηϲ τροπῇ τοῦ ν εἰϲ ϲ καὶ τὸ γ΄ περιπατοίη ἀποβολῇ τοῦ ϲ, ὥϲπερ ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐδάρην ἐδάρηϲ ἐδάρη. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι τὸ τρέφοιν, ὡϲ παρ᾿ Εὐριπίδῃ (fr. 152 Dind.)
τυπτοίμην τυψαίμην τυφθηϲοίμην τυφθείηϲ νυγοίην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖϲ ἑνικοῖϲ καὶ ἐν τοῖϲ δυικοῖϲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ. δεῖ δὲ προϲθεῖναι, χωρὶϲ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶϲ τοῦ ῑ.
de quo cf. Skrsecxka Apollon. Lehre vom Verbum I 6, ab Herodiano explicatas arbitror: Choer. 774, 13: καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προϲθέϲει τοῦ μ παθητικὰ γίνεται οἶον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ῖ κατὰ τὴν παραλήγουϲαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖϲ παθητικοῖϲ, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον
οὐχ εὑρίϲκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱόϲ ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖϲ παθητικοῖϲ, προαπέβαλον ἐν τοῖϲ ἐνεργητικοῖϲ. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆϲ δ΄ ϲυζυγίαϲ τῶν εἰϲ μι οὐ παραλήγεται διφθόγγῳ.
λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυϲοῖμεν χρυϲοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆϲ μεν εἰϲ ϲαν τὸ γ΄ πρόϲωπον τῶν πληθυντικῶν ποιεῖ οἶον τυφθείημεν τυφθείηϲαν, δαρείημεν δαρείηϲαν, νυγείημεν νυγείηϲαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γ΄ πρόϲωπον τῶν
πληθυντικῶν δοίηϲαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ ϲυγκοπὴν τοῦ η
τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ῑ τὸ εὐκτικὸν ποιοῦϲιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέϲη τὸ μέϲον οἷον τετυφότοϲ τετύφοιμι, πεποιηκότοϲ πεποιήκοιμι, τετυπότοϲ τετύποιμι, δεδουπότοϲ δεδούποιμι, πεποιθότοϲ πεποίθοιμι. ἰϲτέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἶον τετυφώϲ τετυφότοϲ,
πεποιθώϲ πεποιθότοϲ, καὶ τούτου χάριν οὐκ ἔχει εἰϲ ην καθαρὸν τὸ εὐκτικόν· 2 ἐκεῖνα γὰρ εἰϲ ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅϲα ἔχει μετ’ ὀξείαϲ τάϲεωϲ τὴν μετοχὴν εἰϲ ϲ καὶ διὰ τοῦ ντ κλινομένην οἶον τυφθείϲ τυφθέντοϲ τυφθείην, δαρείϲ δαρέντοϲ δαρείην, νυγείϲ νυγέντοϲ νυγείην, γνούϲ γνόντοϲ γνοίην. ϲεϲημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ κα ἔχει τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον εἰδώϲ εἰδότοϲ, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰϲ ην
καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλ’ ἔϲτιν εἰπεῖν ὅτι ὥϲπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶϲ κατὰ τροπὴν τῆϲ μι εἰϲ ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώϲ εἰδότοϲ γέγονεν εἴδοιμι, ὤϲπερ τετυφώϲ τετυφότοϲ τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμ γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆϲ μι εἰϲ ην καὶ κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε εἰδείην.
τὸ εὐκτικόν. δεῖ δὲ γινώϲκειν ὅτι τὰ εὐκτικὰ τοῦ α΄ ἀορίϲτου ἐνεργητικοῦ οἱ Αἰολεῖϲ διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποϲτρέψαιμι ὑποϲτρέψεια. καὶ τῷ μὲν α΄ προϲώπῳ οἱ Αἰολεῖϲ μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἶον τύψειαϲ τύψειε, καὶ τύψειαν τὸ γ΄ τῶν πληθυντικῶν· τίϲειαϲ τίϲειε καὶ τίϲειαν τὸ γ΄ τῶν πληθυντικῶν, ὡϲ παρὰ τῷ ποιητῇ (A 42)
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.