41.
ὄψεϲθ᾿ ἵνα τώγε καθεύδετον» (θ 313).
βοῶ, ἐχρυϲούμην ἐχρυϲοῦ χρυϲοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίηϲο πεποίηϲο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προϲτακτικὰ τοῦ β΄ μέϲου ἀορίϲτου, οἱ Ἀθηναῖοι περιϲπῶϲιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείϲθω δὲ ὁ πρῶτοϲ μέϲοϲ ἀόριϲτοϲ. ἐκεῖνοϲ γὰρ εἰϲ μην λήγει καὶ 1 ἔχει τὸ μ κλιτικόν, καὶ ὅμωϲ οὐκ ἀποβάλλει τοῦ ἰδίου β΄ προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν καὶ ποιεῖ τὸ προϲτακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγομεν τὸ προϲτακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιηϲάμην ἐποιήϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν ποιήϲω ποίηϲα, καὶ πάλιν ἐλουϲάμην ἐλούϲω, οὐ λέγομεν τὸ προϲτακτικὸν λούϲω ἀλλὰ λοῦϲαι. πρόϲκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν»
διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰϲ μην λήγει καὶ ὅμωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἶον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου β΄ προϲώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆϲ κατ᾿ ἀρχὴν κλιτικῆϲ ἐκτάϲεωϲ ἐδάμηϲ γάρ ἐϲτι τὸ β΄ πρόϲωπον καὶ οὐ γίνεται τὸ β΄ πρόϲωπον δάμηϲ ἀλλ᾿ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἔπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό. δάμνω
γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ μ.
αὐτὸϲ λόγοϲ οἶον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυϲοῦτε ἐχρυϲούτω, ἐτύψατε τυψάτω, ποιήϲατε ἐποιηϲάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέϲου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριϲτικὸν διὰ τοῦ ᾱ, τὸ δὲ προϲτακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε ἀπὸ γὰρ τοῦ
τέτυφε ϲύ καὶ τέτυπε ϲύ γέγονε ταῦτα προϲθέϲει τῆϲ τω.
β΄ ἀορίϲτου καὶ μέλλοντοϲ οἶον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ λέχθητι, ἐνύγη νύγηθι, ἐϲτάλθη ϲτάλθητι, ἐδάρη δάρηθι εἰϲ θι δὲ ταῦτα ἔχει τὸ προϲτακτικόν, ἐπειδὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ ἔχει τὴν μετοχὴν οἷον τυφθείϲ τυφθέντοϲ, δαρείϲ δαρέντοϲ τὰ δὲ
ἔχοντα τὴν μετοχὴν εἰε ϲ μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταθι, διδούϲ διδόντοϲ δίδοθι, ζευγνύϲ ζευνύντοϲ ζεύγνυθι, πηγνύϲ πηγνύντοϲ πήγνυθι, ϲτάϲ ϲτάντοϲ ϲτῆθι, βάϲ βάντοϲ βῆθι, γνούϲ γνόντοϲ γνῶθι, οὕτωϲ οὖν καὶ τυπείϲ τυπέντοϲ τύπηθι, τυφθείϲ τυφθέντοϲ τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων τύφθητι κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τ. δε΄ δὲ γινώϲκειν, ὅτι τότε τρέπεται
τὸ θ εἰϲ τ ἐν τοῖϲ εἰϲ θι προϲτακτικοῖϲ ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθια». ϲεϲημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιε τὸ προϲτακτικόν, τὸ δόϲ, θέϲ, ἕϲ,
ϲημαίνει δὲ τὸ πέμψον, ἐξ οὖ ἐν ϲυνθέϲει τὸ ἄφεϲ καὶ πρόεϲ καὶ πάρεϲ καὶ μέθεϲ ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἵϲ ἕντοϲ, ἐξ οὖ καὶ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἐγένετο εἰϲ θι ἐν τοῖϲ προϲτακτικοῖϲ, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικά. πρόϲκειται ἐν τῷ κανόνι, «μετ᾿ ὀξείαϲ τάϲεωϲ οἶον τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ», διὰ
τὸ τύψαϲ τύψαντοϲ· αὕτη γὰρ εἰϲ ϲ λήγει, καὶ ἐπειδὴ οὐκ ἔϲτιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προϲτακτικὸν εἰϲ θι, τύψον γὰρ τὸ προϲτακτικόν.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.