39.
παρηκολούθηϲε τοῦ α εἰϲ ε, ὡϲ ἐν τῷ προϲτακτικῷ ἀποϲταλείϲηϲ τῆϲ ϲυμπτώϲεωϲ τὸ κεχρεωϲτημένον α προϲῆλθε. τούτων οὕτωϲ ἐχόντων δεῖ γινώϲκειν ὅτι εὑρίϲκονται παρὰ τῷ ποιητῇ τινεϲ κινήϲειϲ ὡϲ ἀπὸ τῆϲ διὰ τοῦ ετω κλίϲεωϲ· τὸ γὰρ «ἄξετε δὲ Πριάμοιο βίαν» (Γ 105) καὶ οἴϲετε πῦρ (Ο 718)» ὡϲ ἀπὸ τοῦ ἀξέτω καὶ οἰϲέτω ποιεῖ. ἀπὸ γὰρ τοῦ
ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰϲάτω οἴϲατε. ταῦτα ὁ Ἡρωδιανὸϲ πάντα οὐ λέγει εἶναι προϲτακτικὰ α΄ ἀορίϲτου καὶ μέλλοντοϲ, ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τοῦ μέλλοντοϲ κατὰ ποιητικὴν ἄδειαν μετενεχθέντοϲ εἰϲ ἐνεϲτῶτα, καὶ λοιπὸν τοῦ ἐνεϲτῶτοϲ κλιθέντοϲ εἰϲ παρατατικὸν καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθωϲ προενεχθέντοϲ τοῦ
προϲτακτικοῦ.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.