37.
hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολλώνιοϲ λέγει ὅτι εἰϲ ε λήγει τὸ προϲτακτικὸν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ὁμοφώνωϲ τῷ τρίτῳ προϲώπῳ τῶν ἑνικῶν τοῦ ὁριϲτικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ οἶον τέτυφε ἐκείνοϲ τέτυφε ϲύ, τέτυπε ἐκεῖνοϲ τέτυπε ϲύ· τότε γάρ, φηϲίν, εἰϲ θι ἐϲτὶ τὸ προϲτακτικόν, ἡνίκα ἐϲτὶν οὐ μόνον εἰϲ ϲ καὶ ὀξύτονοϲ
ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἶον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, ϲταλείϲ ϲταλέντοϲ ϲτάληθι, γνούϲ γνόντοϲ γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸϲ καί μέϲοϲ παρακείμενοϲ οὐκ ἔχουϲι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουϲιν αὐτὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἶον τετυφώϲ τετυφότοϲ, τετυπώϲ τετυπότοϲ, δηλονότι οὐδὲ τὸ προϲτακτικὸν
δύναται ἔχειν εἰϲ θι.
ἔχει τὸ προϲτακτικὸν οἷον τυπείϲ τύπηθι, νυγείϲ νύγηθι, δαρείϲ δάρηθι· εἰ οὖν τετυφρώϲ ἡ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, δηλονότι καὶ τέτυφθι τὸ προϲτακτικὸν εἰϲ θι· προϲτιθέαϲι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόϲωπον τὸ ὁριϲτικὸν τοῦ παρακειμένου τὸ ἑνικὸν διὰ τοῦ ᾱ ὤφειλεν εἶναι οἶον τέτυφαϲ τέτυφα ἐκεῖνοϲ, οὐκ ἐγένετο δὲ οὕτωϲ,
ἀλλ᾿ ἔτρεψε τὸ ᾱ εἰϲ τὸ ε, ἵνα μὴ ὁμοφωνήϲῃ τῷ ἰδίῳ πρώτῳ, τέτυφα ἐγώ, τούτου χάριν ὡϲ μὴ γνηϲίαν κατάληξιν ἔχοντοϲ τοῦ γ΄ προϲώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προϲτακτικόν, ἀλλ᾿ εἰϲ θι.
ἀλλ᾿ ἐνεϲτῶτόϲ ἐϲτι καὶ παρατατικοῦ, τοῦ παρακειμένου εἰϲ ἐνεϲτῶτα μετενεχθέντοϲ, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεϲτὼϲ εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸϲ εὕρηκον εὕρηκεϲ εὕρηκε καὶ λοιπὸν τὸ προϲτακτικὸν εὕρηκε ϲύ.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.