35.
ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ.
οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ γενέϲθαι γενέεϲθαι γένηται.
τῇ μὲν φωνῇ ϲυνέπεϲον, τόνῳ δὲ διεϲτάληϲαν ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίϲτου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντοϲ περιϲπᾶται οἶον τυπών ἡ τοῦ δευτέρου ἀορίϲτου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντοϲ ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυμπεϲεῖν, τῷ δὲ τόνῳ διιϲτάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου
ἀορίϲτου ὀξυνθῆναι ὁμοίωϲ τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ β΄ μέλλοντοϲ περιϲπαϲθῆναι παραπληϲίωϲ τῇ οἰκείᾳ μετοχῇ· ἀλλ᾿ ἐπειδή, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, τὰ ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, ἐξ ἀνάγκηϲ περιϲπᾶται. περιεϲπάϲθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου, καὶ ϲυνέπεϲε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντοϲ, καὶ λοιπὸν εὑρίϲκεται τὸ ἀπαρέμφατον
τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ ἓν οἶον τυπεῖν· ὅτι δὲ τοῦτο ἀληθέϲ ἐϲτι, καὶ ἡ τοῦ τόνου χρεία τὴν ϲυνέμπτωϲιν ἐποίηϲε γενέϲθαι, 1 δῆλον, εἴ γε καὶ ἐν τοῖϲ παθητικοῖϲ καὶ ἐν τοῖϲ μέϲοιϲ διάφορόν ἐϲτι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ· τὸ μὲν γὰρ τοῦ δευτέρου μέϲου ἀορίϲτου ἀπαρέμφατον τυπέϲθαι καὶ νυγέϲθαι ἔϲτί, τὸ δὲ τοῦ δευτέρου μέϲου μέλλοντοϲ τυπεῖϲθαι καὶ νυγεῖϲθαι. καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίϲτου
παθητικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναί ἐϲτι, τὸ δὲ τοῦ δευτέρου μέλλοντοϲ τυπήϲεϲθαι καὶ νυγήϲεϲθαι.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.