Herodianus Περὶ ῥημάτων 33

ed. August Lentz

Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Περὶ ῥημάτων (Greek) (Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868)

Notes on the current edition

Περὶ ῥημάτων

1. 1. 2 hoc sumptum videtur ex eo loco, ubi Herodianus de prima persons. perfecti passivi disputavit in eum modum, quo Choeroboscus 682, 21: ἰϲτέον ὅτι ὁ παθητικὸϲ παρακείμενοϲ ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλουϲ εἰϲ μαι οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶϲ παθητικὸϲ παρακείμενοϲ εἰϲ μαι λήγει οἷον νενόημαι, τετέλεϲμαι, λέλεγμαι. καὶ δεῖ γινώϲκειν, ὅτι οἱ μὲν εἰϲ φα ἐνεργητικοὶ παρακείμενοι τρέπουϲι τὴν φα εἰϲ μαι καὶ ἕτερον μ προϲλαμβάνουϲι, τέτυφα τέτυμμαι, γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένηφα νένημμαι, ἔρραφα ἔρραμμαι· καὶ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ φ εἰϲ μ οἱ δὲ εἰϲ χα παρακείμενοι ἐνεργητικοὶ τρέπουϲι τὴν χα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ οἶον νένηχα νένηγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι, ἢ λέγομεν ὅτι τρέπουϲι τὸ ᾱ εἰϲ μαι καὶ τὸ χ εἰϲ γ, οἱ δὲ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἰ μὲν ὦϲιν ἀπὸ περιϲπωμένων θεμάτων πρὸϲ τὴν παραλήγουϲαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουϲι τὸ κα εἰϲ μαι καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, νένηκα νένηϲμαι (aut νένημαι scribendum, aut νένηκα νένηϲμαι hic delenda sunt), κεχρύϲωκα κεχρύϲωμαι, ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ϲ προϲλαμβάνουϲιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τοῦ κα εἰϲ μαι οἶον τετέλεκα τετέλεϲμαι, γεγέλακα γεγέλαϲμαι, κεχάλακα κεχάλαϲμαι, κέκλακα κέκλαϲμαι, τέθλακα τέθλαϲμαι, ἤρκεκα ἤρκεϲμαι· εἰ δὲ ἀπὸ τῶν εἰϲ μι, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν καὶ ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἶον τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ τέθειμαι γίνεται· ἕϲτηκα ἕϲταμαι, πέπωκα πέπομαι, δέδωκα δέδομαι. ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰϲ μι· εἰ δέ εἰϲιν ἀπὸ βαρυτόνων θεμάτων οἱ εἰϲ κα ἐνεργητικοὶ παρακείμενοι εἴτε βραχείᾳ εἴτε μακρᾷ παραλήγονται, τρέπουϲι τὴν κα εἰϲ μαι καὶ προϲλαμβάνουϲι τὸ ϲ καί ποιοῦϲι τὸν παθητικὸν παρακείμενον οἷον νένηκα νένηϲμαι, πέπεικα πέπειϲμαι, ἐρράπικα ἐρράπιϲμαι, λελέπικα λελέπιϲμαι, λελάκτικα λελάκτιϲμαι, πέφρακα πέφραϲμαι, ἥρπακα ἥρπαϲμαι, χωρὶϲ τῆϲ ε΄ ϲυζυγίαϲ· ταῦτα γὰρ παῤ ἡμῖν τροπῇ τῆϲ κα εἰϲ μαι ποιεῖ τὸν παθητικὸν παρακείμενον οἶον τέτιλκα τέτιλμαι, ἔϲπαρκα ἔϲπαρμαι, ἔϲταλκα ἔϲταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκορμαι, κέκλικα κέκλιμαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα τῆϲ ε΄ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτίν, εἰ καὶ ἀπέβαλον τὸ ν ἐν τῶ ἐνεργητικῷ παρακειμένῳ. πρόϲκειται «παῤ ἡμῖν», ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκιϲ τὸ μ εἰϲ ϲ τρέπουϲι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆϲ πέμπτηϲ καὶ ἕκτηϲ ϲυζυγίαϲ, μεμόλυμμαι μεμόλυϲμαι, ὕφαμμαι ὕφαϲμαι, μεμίαμμαι μεμίαϲμαι. δεῖ προϲθεῖναι, χωρὶϲ ὀλίγων τῆϲ ἕκτηϲ ϲυζυγίαϲ· καὶ γὰρ τὰ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ πῇ μὲν προϲλαμβάνει τὸ ϲ κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προϲλαμβάνει αὐτὸ οἷον ϲβέω ϲβέϲω ἔϲβεκα ἔϲβεϲμαι, ζέω ζέϲω ἔζεκα ἔζεϲμαι, κελεύω κελεύϲω κεκέλευκα κεκέλευϲμαι· κλείω κέκλειμαι, δέον δὲ κέκλειϲμαι, ἀφ᾿ οὗ τὸ ἐκλείϲθην· κρούω κρούϲω κέκρουκα κέκρουϲμαι, ἱππεύω ἱππεύϲω ἵππευκα ἵππευμαι, βαϲιλεύω βαϲιλεύϲω βεβαϲίλευκα βεβαϲίλευμαι, τοξεύω τοξεύϲω τετόξευκα τετόξευμαι. Hic fortasse etiam πεπάλαϲθε commemoratum fuit H 171, ad quem locum Schol. πεπάλαϲθε: οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανὸϲ διὰ τοῦ ϲ, οὐ διὰ τοῦ χ.