25.
ἀφιεμένου τοῦ βέλουϲ ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ λεγόμενα εἰϲ ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίϲτου α΄ χαρακτῆρα ἔχει, ἀλλ’ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήϲειϲ, ὅθεν τὸν Νίκανδρόν τινεϲ ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζονταϲ ὀϊϲτούϲ». τοῦ γὰρ λίγξε τὸ θέμα θελήϲαϲ εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμηϲιν· οὐ
γὰρ ἀπὸ θέματοϲ τὰ τοιαῦτα κέκλιται, ἀλλ’ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε καὶ τὸ «ϲίζ’ ὀφθαλμόϲ» (ι 394 ) καιόμενοϲ γὰρ ὁ τοῦ Κύκλωποϲ ὀφθαλμὸϲ ποιὰν ἀπετέλεϲε φωνήν. τοῦ οὖν ϲίζω χαρακτῆρα ἔχοντοϲ ἐνεϲτῶτοϲ χρόνου μὴ ζήτει μηδένα 1 2 χρόνον ἕτερον μηδὲ ἔγκλιϲιν ἑτέραν μηδὲ ὡϲ τὸ ἵζω κλίνῃϲ τὸ ϲίζω, ἵνα μὴ καὶ τὸ ϲημαινόμενον διαφθείρῃϲ. πάλιν ἔϲτι τὸ «κύματα παφλάζοντα (Ν 798). μὴ οὖν ὥϲπερ τὸ θαυμάζω κλίνῃϲ παφλάϲω ἢ πεπάφλακα, ἀφαιρήϲειϲ γὰρ τὴν λέξιν τῆϲ ἐμφάϲεωϲ, τῆϲ τοῦ ἤχου μιμήϲεωϲ. πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν » (Π 4 70) μιμητικῶϲ
εἰρημένον, ἐφ’ οὗ τινεϲ οὐ προϲεϲχηκότεϲ τῇ μιμήϲει τῆϲ φωνῆϲ ἠπόρηϲαν, ὡϲ Ἡρωδιανόϲ φηϲι, πῶϲ ἀπὸ θέματοϲ τοῦ κρίζω ὢν ὁ δεύτεροϲ ἀόριϲτοϲ οὕτε διὰ τοῦ γ ἐϲτὶν οὕτε διὰ τοῦ δ ὡϲ τὸ φράζω ἔφραδον καὶ ϲτίζω ἔϲτιγον, ἀλλὰ διὰ τοῦ ὅτι δέ ἐϲτι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητήϲ φηϲιν «αἱ κεκριγυῖαι » (ω 9)
καὶ ῥηματικὸν ὄνομα κριγή ὡϲ παρ’ Ἱππώνακτι « κριγὴ δὲ νεκρῶν ἄγγελόϲ τε καὶ κῆρυξ». ϲχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸϲ οὕτωϲ ἔϲτι μονοϲύλλαβον κρῶ, ἀφ’ οὖ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡϲ ϲτάζω ϲτίζω, ϲεβάζω ϲεβίζω. τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριϲτον παραλαμβάνει τὸ κρίκε. ἡμεῖϲ δὲ οὐ
φαμὲν ἡμαρτῆϲθαι, ἀλλὰ πεποιῆϲθαι.
ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐϲτὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐϲτὶ καὶ ἐν τῷ ἐνεϲτῶτι οἷον τὸ ν, ξ, ρ ϲ, ψ ἐϲτίν ἐν τῇ εὐθείᾳ ὡϲ ἐν τῷ Δίων, Φοῖνιξ, Νέϲτωρ, Πάριϲ, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐϲτιν οἶον τύψω, λέξω, ποιήϲω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ, κ, χ. β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται ἡ γενικὴ οἷον
Φοίνικοϲ, τέττιγοϲ, ὄνυχοϲ, Πέλοποϲ, Ἄραβοϲ, κίνυφοϲ, Πάριδοϲ, ὄρνιθοϲ, Λάχητοϲ, βότρυοϲ· ἀλλὰ καὶ ὁ ἐνεϲτὼϲ ἐκφέρεται διὰ τούτων τῶν ϲυμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω, ἀνύτω, ἀκούω, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντί ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεϲτῶτι καὶ ἐν τῇ
γενικῇ ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔϲτιν ἐν τῷ μέλλοντιοἶον τιλῶ, νεμῶ, καὶ ὅμωϲ οὐκ ἔϲτιν ἐν τῇ εὐθείᾳ (τὸ γὰρ Δανιὴλ καὶ Ἀδάμ βάρβαρά ἐϲτι)· καὶ πάλιν ὁ ἐνεϲτὼϲ ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο ϲϲ οἷον πλήϲϲω, ϲυρίζω, καὶ ὅμωϲ ἡ γενικὴ ἀπὸ κλίϲεωϲ οὐκ ἔχει ταῦτα. πρόϲκειται «ἀπὸ κλίϲεωϲ » διὰ τὸ μαζὸϲ μαζοῦ καὶ Παρναϲϲὸϲ Παρναϲϲοῦ ἐνταῦθα γὰρ ἀπὸ τῆϲ εὐθείαϲ ἐϲτὶ τὸ ζ καὶ τὰ δύο ϲϲ.
ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ, ἡ δὲ γενικὴ ϲυνάρχεται τῇ εὐθείᾳ οἷον λέβητοϲ λέβηϲ, Λάχητοϲ Λάχηϲ, Τρωόϲ Τρώϲ, Πηλέωϲ Πηλεύϲ, Αἴαντοϲ Αἴαϲ, ἔρωτοϲ ἔρωϲ· τὸ γὰρ Ζεὺϲ Διόϲ Βοιωτικόν ἐϲτι καὶ τὸ 3 θρίξ τριχόϲ τροπὴν πέπονθε τοῦ θ εἰϲ τὸ τ, τούτου χάριν ὁ ἐνεϲτὼϲ ϲυνάρχεται τῷ μέλλοντι.
παρ’ Ἀριϲτοφάνει τυπτήϲω ἐν Πλούτῳ (21)
μέλλων τοῦ ἐνεϲτῶτοϲ, οἷον θέλω θελήϲω, μέλω μελήϲω, μελήϲουϲιν δέ μοι ἵπποι (Ε 228), ὀφείλω ὀφειλήϲω ἐπὶ δὲ περιϲπωμένων μιῇ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ οἶον ποιῶ ποιήϲω, νοῶ νοήϲω, γελῶ γελάϲω, περῶ περάϲω, ϲτεφανῶ ϲτεφανώϲω, γυψῶ γυψώϲω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τιϲ τὴν ἐντέλειαν, εὑρίϲκει
τὸν μέλλοντα ἰϲοϲύλλαβον τῷ ἐνεϲτῶτι οἷον ποιέω ποιήϲω, βοάω βοήϲω, χρυϲόω χρυϲώϲω, ἀλλὰ λοιπὸν ὁ ἐνεϲτὼϲ ϲυναιρούμενοϲ ἔνδειαν πάϲχει ϲυλλαβῆϲ οἶον ποιέω ποιῶ, βοάω βοῶ, χρυϲόω χρυϲῶ, καὶ τούτου χάριν εὑρίϲκεται ὁ μέλλων μιᾷ ϲυλλαβῇ περιττεύων τοῦ ἐνεϲτῶτοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα περιττοϲυλλάβουϲ ἔχει τοὺϲ μέλλονταϲ οἶον θέλω θελήϲω,
μέλω μελήϲω (τὸ ἐν φροντίδι εἰμί), ὀφείλω ὀφειλήϲω. καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐϲτι ῥήματα καὶ ὡϲ ἀπὸ βαρυτόνων καὶ ἀπὸ περιϲπωμένων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω καὶ τυπτῶ τυπτήϲω,
ὥϲπερ νοῶ νοήϲω νενόηκα ἐνόηϲα. ταῦτα μὲν Ἀπολλώνιοϲ.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.