20.
ἤνεγκα, κλίνεται μὲν καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰϲ μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὕτε εἰϲ τὰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν παραδίδωϲιν ἔχουϲαν οὕτωϲ τὸ εἶπα διὰ τοῦ
ψ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐϲτι· τοῦ δὲ μέλλοντοϲ τὸ ψ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, 1 ἐνέγξω γάρ ἐϲτι ὁ μέλλων· τοῦ δὲ μέλλοντοϲ τὸ ξ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ξ ἐφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ ϲυγγένειαν πρὸϲ τὸ ξ καὶ τὸ π πρὸϲ τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ
καὶ ϲ δοκεῖ ϲυγκεῖϲθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ϲ, εἰκότωϲ ὡϲ μέροϲ τι. τῆϲ ἀναλογίαϲ φυλάξαντα ἀκωλύτωϲ κλίνεται καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ. εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται, δώϲω γὰρ καὶ θήϲω καὶ ἥϲω ἐϲτὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήϲω τοῦ δὲ μέλλοντοϲ
διὰ τοῦ ϲ ὄντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ποιήϲω ἐποίηϲα, νοήϲω ἐνόηϲα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ x πρὸϲ τὸ ϲ οὐδεμίαν ϲυγγένειαν ἔχει, εἰκότωϲ ὡϲ μὴ φυλάξαντα μέροϲ τι τῆϲ ἀναλογίαϲ κωλύεται κλίνεϲθαι καὶ εἰϲ τὰϲ μετοχὰϲ
καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ.
εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ πρώτῳ ἀορίϲτῳ ὁ δεύτεροϲ ἀόριϲτοϲ οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύϲϲω ἔνυξα ἔνυγον, γράψα ἔγραψα ἔγραφον, ἐξ οὖ τὸ ἐγράφην, ἀπὸ δὲ περιϲπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτεροϲ ἀόριϲτοϲ, οἷον δουπῶ ἐδούπηϲα ἔδουπον, μυκῶ ἐμύκηϲα ἔμυκον, χραιϲμῶ ἐχραίϲμηϲα ἔχραιϲμον, ὀλιϲθῶ ὠλίϲθηϲα ὤλιϲθον.
δὲ ταῦτα· χραιϲμῶ ἔχραιϲμον, ὀλιϲθῶ ὤλιϲθον, βλαϲτῶ ἔβλαϲτον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. ἔϲτι καὶ τὸ δουπῶ ἔδουπον μακρᾃ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον, πλήϲϲω ἔπληγον καὶ ἔπλαγον πρὸϲ διάφορον ϲημαινόμενον ὁ γὰρ πλήϲϲων ἢ ὁ πληϲϲόμενοϲ ἢ ϲωματικῶϲ πλήϲϲεται ἢ ψυχικῶϲ, καὶ εἰ
μὲν ϲωματικῶϲ, ἔπληγον, διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶϲ, ἔπλαγον, διὰ τοῦ α, ἐξ οὖ τὸ ἐπλάγην καὶ κατεπλάγην. ἀμέλει ὁ ποιητήϲ, πειδὴ ἐπὶ τῆϲ ψυχικῆϲ διαθέϲεωϲ κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προϲέθηκε τὸ φίλον ἦτορ,
μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδραθον, ϲημαίνει δὲ τὸ ἐκοιμήθην ἐϲτι δὲ καὶ τὸ ἔπεφνον· ἔϲτι καὶ τὸ ἅδε τὸ ϲημαῖνον τὸ ἤρεϲε. γέγονε δὲ τοῦτον τὸν τρόπον ἔϲτιν ἥδω ἐξ οὐ τὸ ἥδομαι, τούτου ὁ δεύτεροϲ. ἀόριϲτοϲ λόγῳ μὲν ποραληγούϲηϲ γίνεται ἅδον διὰ τοῦ α, ἐξ οὗ τὸ
ὥϲπερ λήβω ἔλαβον, μήθω ἔμαθον, θήκω ἔδακον λόγῳ δὲ ἀρχούϲηϲ γίνεται ἦδον διὰ τοῦ η, καί ἦδε καὶ κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ α γίνεται ἕαδα, ὥϲπερ ἥλω ἑάλω ἔϲτι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβαϲμὸν ἔδρακον· ἔϲτι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίγνεται κατὰ ὑπερβιβαϲμὸν ἔπραθον· ἔϲτι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρῷ παραληγόμενον, ὅτι ἀπὸ τοῦ πέρδω, ἐξ οὐ τὸ
πέρδομαι, ἔπαρδον καὶ ἀπέπαρδον· τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούϲηϲ ἔχουϲι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα διϲύλλαβά ἐϲτι καὶ τὴν αὐτὴν ἔχει ἄρχουϲαν καὶ παραλήγουϲαν, τῷ λόγῳ τῆϲ ἀρχούϲηϲ ἔϲχε τὴν μακρὰν καὶ οὐ τῷ λόγῳ τῆϲ παραληγούϲηϲ. γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥϲπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονε
ἢλυθον καὶ κατὰ ϲυγκοπὴν ἦλθον. ὡϲαύτωϲ δὲ καὶ τὸ εἶπον, ὡϲ ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούϲηϲ ἔϲχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἕλκω εἶλκον, ἢ τρέπεται εἰϲ η οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἰπον δευτέρῳ ἀορίϲτῳ λόγῳ παραληγούϲηϲ προϲῆλθε τὸ ι, ἐπειδὴ ὡϲ εἰρήκαμεν,
ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτεροϲ ἀόριϲτοϲ, βραχείᾳ θέλει παραλήγεϲθαι οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον. ἰϲτέον δὲ ὅτι εἰδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούϲηϲ διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον
βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριϲτον βραχείᾳ θέλειν παραλήγεϲθαι, ὡϲ εἴρηται. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φηγῷ ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήϲϲω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην πρὸϲ διάφορον ϲημαινόμενον, ὡϲ ἐν τοῖϲ προλαβοῦϲινεἰρήκαμεν)· ἡ ευ δίφθογ
γοϲ τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίϲτῳ. φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ ϲυγκοπὴν ῆλθον. ἰϲτέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐτυχόμην τετύχοντο κατὰ ἀναδιπλαϲιαϲμὸν καὶ τροπῇ τοῦ χ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ εἰϲ τὸ κ, «ετετύκοντό τε δαῖτα» (Α 467). ἐὰν εὑρεθῇ δύο δίχρονα, τὸ
δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίϲτῳ καὶ τὸ πρῶτον φυλάττεται οἷον καίω ἔκαον ἐξ οὖ τὸ ἐκάην. χαίρω ἔχαρον ἐξ οὖ τὸ ἐχάρην, μαίνω μαίνομαι ἔμανον ἐξ οὗ τὸ ἐμάνην, φαίνω ἔφανον ἐξ οὐ τὸ ἐφάνην, χαίνω ἔχανον, παύω ἔπαον ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ ϲυνηθείᾳ· ἡ ει δίφθογγοϲ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι οἷον λείπω ἔλιπον, πείθω ἔπιθον ἐξ οὗ
τὸ ἀπαρέμφατον πιθεῖν ὥϲπερ λαβεῖν καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν πεπιθεῖν, λείβω ἔλιβον. δεῖ προϲθεῖναι, χωρὶϲ τῶν διϲυλλάβων τῆϲ ε ϲυζυγίαϲ· ἐπ’ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριϲτον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται καὶ τὸ ἕ εἰϲ α τρέπεται οἷον κείρω κερῶ ἔκαρον ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθαρον ἐξ οὖ τὸ ἐφθάρην, ϲπείρω ϲπερῶ ἔϲπαρον ἐϲπάρην, κτείνω κτενῶ ἔκτανον. πρόϲκειται «χωρὶϲ τῶν διϲυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο
ϲυλλαβὰϲ τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ τροπὴ παρηκολούθηϲε τοῦ ε εἰϲ τὸ α ἐν τῷ δευτέρῳ ἀορίϲτῳ οἶον ἐγείρω ἤγερον, ὀφείλω ὤφελον.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.