ὥϲπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἤνεγκον τὸ προϲτακτικὸν ὡϲ τύψον καὶ γράψον, ὡϲ παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε» ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥϲπερ τύψαιμι καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥϲπερ καὶ ἐὰν τύψω καὶ ἐὰν γράψω καὶ εἴπαϲ καὶ ἐνέγκαϲ ἡ μετοχὴ ὥϲπερ τύψαϲ καὶ
γράψαϲ οἷον «εἴπαϲ ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ εἰπών τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, ὁριϲτικὰ γὰρ μόνον ἔχει.
Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.