ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον.
φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Ιl. H 76).
1
Περὶ ὀνομάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.