ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ. Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται
νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.