ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν (ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει, δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ
ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.