παρὰ γὰρ τὴν ἐγών ἐγώνη καὶ παρὰ τὴν ἐμίν ἐμίνη, τίν τίνη· οὕτω καὶ τύνη κατ’ ἐπέκταϲιν τῆϲ νη ϲυλλαβῆϲ. οὐ γὰρ μόνον τὸ ν ἐπλεόναϲεν, ἀλλ’ ἡ νη ϲυλλαβή. οὐ γὰρ λέγουϲιν οἱ Δωριεῖϲ τόν, ἵνα πλεονάϲῃ μόνον τὸ ν, ἀλλὰ τύ λέγουϲι καὶ τύνη. ὅλη ἄρα ἡ νη προϲῆλθε ϲυλλαβή. ἐκτέταται δὲ τὸ υ, ἵνα μὴ ἡ ἐπέκταϲιϲ μείζων τῆϲ
ὅληϲ λέξεωϲ γένηται.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.