λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.