Notes on the current edition
Περὶ παθῶν
1.
ν γίνεται οἷον ἔξαλλον, ἀλλοπρόϲαλλον, ἄνταλλον ἔτι ϲεϲημείωται καὶ τὸ τοιοῦτο καὶ τοϲοῦτο καὶ τὸ τηλικοῦτο ἡ γὰρ αἰτιατική ἐϲτι μετὰ τοῦ ν περὶ ὦν ἐϲτιν εἰπεῖν, ὅτι ταῦτα οὐ μόνον εἰϲ o λήγουϲιν, ἀλλὰ καὶ εἰϲ ν οἶον τὸ τηλικοῦτον καὶ τὸ τοιοῦτον καὶ τὸ τοϲοῦτον ἄλλωϲ τε δὲ καὶ ταῦτα καὶ τὸ ἄλλοϲ ἐνομίϲθηϲαν ἀντωνυμίαι εἶναι, καὶ ἐπειδὴ ἔχομεν ἐν ταῖϲ ἀντωνυμίαιϲ τὸ ὃ τελικὸν τῶν οὐδετέρων ὡϲ ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένοντο εἰϲ τὸ o οἷον ἄλλο, τηλικοῦτο, τοιοῦτο, τοϲοῦτο. ἔτι ϲεϲημείωται καὶ ἡ ἐκεῖνο ἀντωνυμία καὶ ἡ τοῦτο, ὅτι ἀπὸ ἀρϲενικοῦ ἰϲοϲυλλάβωϲ κλινόμενά εἰϲιν οἶον ἐκεῖνοϲ ἐκείνου, οὖτοϲ τούτου καὶ οὐχ ὁμοφωνοῦϲι τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ· αἰ γὰρ αἰτιατικαὶ τοῦ ἀρϲενικοῦ ἐκεῖνον καὶ τοῦτον εἰϲὶ μετὰ τοῦ ν, ἔχουϲι δὲ ἀπολογίαν χωρὶϲ τοῦ ν λέγεϲθαι τὰ οὐδέτερα ταῦτα, φημὶ δὲ τὸ ἐκεῖνο καὶ τοῦτο, ταύτην ἐπὶ τῶν οὐδετέρων τῶν παρεϲχηματιϲμένων ἐξ ἀρϲενικῶν καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ τὸ ἄρθρον ἐϲτὶ τὸ διακρίω τὴν αἰτιατικὴν τοῦ ἀρϲενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου οἶόν ἐϲτι ϲοφόν, τοῦτο ἄδηλόν ἐϲτιν, εἴτε αἰτιατικὴ τοῦ ἀρϲενικοῦ ἐϲτιν εἴτε εὐθεῖα οὐδετέρουι. προϲερχόμενον δὲ τὸ ἄρθρον τὴν διάκριϲιν ποιεῖται· ἐὰν μὲν γὰρ εἴπω τὸν ϲοφόν, αἰτιατικὴ τοῦ ἀρϲενικοῦ ἐϲτιν· εἰ δὲ εἴπω τὸ ϲοφόν, εὐθεῖα τοῦ οὐδετέρου ἐϲτίν ἐπειδὴ οὖν ή ἐκεῖνοϲ. καὶ οὗτοϲ οὐ δέχονται ἄρθρα ὀφείλοντα τὴν διάκριϲιν ποιήϲαϲθαι τῆϲ αἰτιατικῆϲ τοῦ ἀρϲενικοῦ καὶ τῆϲ εὐθείαϲ τοῦ οὐδετέρου —αἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται ἄρθρα ὑπεϲταλμένηϲ τῆϲ αὐτόϲ τούτου χάριν ὡϲ μὴ δεχόμεναι ἄρθρα ἡ ἐκεῖνοϲ καὶ οὖτοϲ ὀφείλοντα τὴν διάκριϲιν ποιήϲαϲθαι τῆϲ αἰτιατικῆϲ τοῦ ἀρϲενικοῦ καὶ τῆϲ εὐθείαϲ τοῦ οὐδετέρου ἀποβάλλουϲι τὸ ν κατὰ τὸ οὐδέτερον, ἴνα διὰ τῆϲ ἀποβολῆϲ τοῦ ν διάκριϲιϲ γένηται τῆϲ αἰτιατικῆϲ τοῦ ἀρϲενικοῦ καὶ τῆϲ εὐθcίαϲ τοῦ οὐδετέρου. Διὰ τοῦτο γὰρ καὶ τὸ τό οὐδέτερον ἄρθρον ὀφεῖλον μετὰ τοῦ ν λέγεϲθαι ὁμοίωϲ τῇ αἰτιατικῇ τοῦ ἀρϲεικοῦ, τόν γάρ ἐϲτιν ἡ αἰτιατικὴ τοῦ ἀρϲενικοῦ, ἐπειδὴ οὐκ ἦν τι τὸ ὀφεῖλον τὴν αἰτιατικὴν τοῦ ἀρϲενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου διαϲτεῖλαι, χωρὶϲ τοῦ ν λέγεται τὸ οὐδέτερον, ἵνα διὰ τῆϲ ἀποβολῆϲ τοῦ ν γνῶμεν, ποίου γένουϲ ἐϲτὶ καὶ ποίαϲ πτώϲεωϲ· ή αὐτό οὐδετέρα ἀντωνυμία ἀπὸ τῆϲ αὐτὸϲ ἀρϲενικῆϲ γενομένη κατὰ παραϲχηματιϲμὸν καὶ ὀφείλουϲα μετὰ τοῦ ν λέγεϲθαι, ἵνα ὁμοφωνήϲῃ τῇ αἰτιατικῇ τοῦ ἀρϲενικοῦ, αὐτόν γάρ ἐϲτιν η αἰτιατικὴ τοῦ ἀρϲενικοῦ, καὶ ἐπιδεχομένη ἄρθρον τὸ ὀφεῖλον τὴν διάκριϲιν ποιήϲαϲθαι τῆϲ αἰτιατικῆϲ τοῦ ἀρϲενικοῦ καὶ τῆϲ εὐθείαϲ τοῦ οὐδετέρου —ἡ γὰρ αὐτόϲ ὄρθρον ἐπιδέχεται —ὁμοίωϲ ἀποβολὴν ἐποιήϲατο τοῦ ν κατὰ τὸ οὐδέτερον κατὰ ϲυνεκδρομὴν τοῦ ἐκεῖνο καὶ τοῦτο· ἄλλωϲ τε δὲ οἱ Ἀττικοὶ τὸ ὀφειλόμενον ἀνεπλήρωϲαν ταυτόν μετὰ τοῦ ν λέγοντεϲ καὶ κρᾶϲιν ποιούμενοι τοῦ ἄρθρου μετὰ τῆϲ ἀντωνυμίαϲ. Ἰϲτέον δὲ ὅτι οὐκ ἀεὶ μετὰ τοῦ ν οἱ Ἀττικοί φαϲι ταὐτόν. ἀλλ’ ἔϲτιν ὅτε καὶ χωρὶϲ τοῦ ν ταὐτό λέγουϲι τὸ δὲ μετὰ τοῦ ν μᾶλλον ἀνάλογον· τὸ δὲ ἐντελῶϲ λεγόμενον ἤγουν ἄνευ κράϲεωϲ οὐδέποτε μετὰ τοῦ ν λέγουϲιν, ἀλλ’ ἀεί χωρὶϲ τοῦ ν οἶον τὸ αὐτό κατὰ ϲυνεκδρομὴν ὡϲ εἴρηται, τοῦ ἐκεῖνο καὶ τοῦτο De ἄλλοϲ cf. praeterea. Ep. Hom. 70, 20 τὸ οὐδέτερον ὤφειλεν εἶναι ἄλλον μετὰ τοῦ v ἀλλὰ ὃ ὤφειλεν ἔχειν ἐν τῇ ἁπλότητι, ἀνέλαβεν ἐν τῇ ϲυνθέϲει οἷον ἔξαλλον πρόϲαλλον.
2.
ad fr. [76a]. cf. II. Pr. Π 324: τριχῶϲ ἐλέγετο κατὰ τὸ τέλοϲ αὖθιϲ αὖθι