οὐδέποτε εἴβειν τέθειται ἐπὶ τοῦ ϲπένδειν. τὰ δὲ ἄλλα ὁμοίωϲ δάκρυα λεῖβον» (Ν 88) «καταλείβεται ὕδωρ » καὶ τὸ κατειβόμενον Ϲτυγὸϲ ὕδωρ» (0 37 ). ὥϲπερ δὲ παρὰ τὸ γαῖα μὲν ἐγένετο ϲύνθετον γαιήοχοϲ καὶ παραγωγὸν γαιάτηϲ οὐδὲ δὲ παρὰ τὸ αἶα, οὕτωϲ καὶ ἐπὶ τούτων οὐδὲν μὲν κίνημα παρὰ τὸ εἴβω, παρὰ δὲ τὸ λείβω, λιβάϲ, λοιβή,
λέβηϲ, λίβανοϲ καὶ λιβανωτόϲ· καὶ ὃν τρόπον τὸ αἶα οὐδέποτε κατ’ ἀρχὴν ἔχειϲ ϲτίχου παρὰ τῷ ποιητῇ, τὸ δὲ γαῖα, οὕτωϲ οὐδέποτε τὸ εἴβω ἔχειϲ ἐν ἀρχ ϲτίχου, ἀλλὰ τὸ λείβω.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.