τοῦ ἐθέλω ἐϲτίν. καὶ δεῖ γινώϲκειν, ὅτι ἀεὶ τὸ τριϲύλλαβον εὑρίϲκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ «μήτε ϲὺ Πηλείδή’ θέλ’ ἐριζέμεναι» (Ιl. Α 277) δηλονότι κράϲει ἐγένετο τοῦ η καὶ ε εἰϲ η. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐϲτὶ κατὰ πλεοναϲμὸν τοῦ ε τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεϲθαι ὡϲ τὸ εἶπαϲ ἔειπαϲ, ἐπὶ
ϲυμφώνῳ δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ ϲυμφώνου ὑπάρχον πέφυκε πολλάκιϲ ἀποβάλλεϲθαι ὡϲ τὸ ἔφη φῆ, ἔβη βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω· τὸ γὰρ ἐθέλω παράλογον κατά τι ἐϲτί. τὰ γὰρ διὰ τοῦ λω ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμένον;
περιϲπᾶται οἶον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερον ἐϲτὶ τοῦ ἐθέλω. ἔχομεν γάρ τινα ῥήματα διϲύλλαβα βαρυνόμενα οἷον μέλω, ἕλω, κέλω. πρόϲκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.