ἐξενεχθὲν καὶ τὸ «μελάντερον ἠύτε πίϲϲα» (Δ 277) ὅτι δὲ καὶ τοῦ τάλαϲ τάλαντοϲ ἦν ἡ γενική, δηλοῖ ὁ Ἱππῶναξ εἰπὼν «τί τῷ τάλαντι Βουπάλῳ ϲυνῴκηϲαϲ καὶ ὁ Ἀντίμαχοϲ δὲ γινώϲκει τὴν διὰ τοῦ ντ κλίϲιν, ἐν οἶϲ φηϲιν «οἱ δὲ τὸν αἰνοτάλαντα κατέϲτυγον».
Choer. 386, 3. ἐπειδὴ τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα πεφύκαϲι πολλάκιϲ. γενέϲθαι καὶ εἰϲ οϲ οἷον δέραϲ δέροϲ, κῶαϲ κῶοϲ, γῆραϲ γῆροϲ, τὰ δὲ εἰϲ οc οὐδέτερα διὰ καθαροῦ τοῦ οϲ κλίνονται οἷον βέλοϲ βέλεοϲ, τεῖχοϲ τείχεοϲ, εἰκότωϲ καὶ ταῦτα τὰ εἰϲ αϲ οὐδέτερα ἔϲχον ἀφορμήν, ὡϲ γινόμενα καὶ εἰϲ οϲ, τοῦ ἔχειν διὰ καθαροῦ τοῦ οϲ τὴν γενικήν καὶ
τούτου χάριν ἀποβάλλουϲι τὸ τ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ.
παρὰ τὸ εὐοῖ ὁ Εὔιοϲ παρῆκται.
Bergk). τὸ ὅτε ὄκα λέγει ἡ διάλεκτοϲ, εἶτα διπλαϲιάϲαϲα ὄκκα. περὶ. παθῶν.
τὸ γὰρ ξέννοϲ οὐκ ἀπὸ τοῦ ξεῖνοϲ, ἀλλ’ ἀπὸ τοῦ ξένοϲ ἐϲτίν· ἐπὶ γὰρ τῶν βραχειῶν ϲυλλαβῶν ποιοῦϲιν τοῦ ϲυμφώνου ἀναδιπλαϲιαϲμὸν οἷον θεράπων θεράπων, ἔνη ἔννη, ἔϲτι καὶ ὄνομα πόλεωϲ.
καὶ ἐπὶ πρώτηϲ ϲυζυγίαϲ καὶ ἐπὶ δευτέραϲ. εἰ γάρ ἐϲτι νώμενοϲ ὡϲ κλώμενοϲ, δηλονότι ἐϲτὶ δευτέραϲ· τοῦ νῶ παρατατικὸϲ ἔνων ἔνηϲ ἔνη καὶ πλεοναϲμῷ τοῦ ν ἔννη. οὕτωϲ Ἡρωδιανόϲ.
ἔχειν τὸ ν. παρὰ γὰρ τὴν Πέλοποϲ γενικήν· ὡϲαύτωϲ καὶ τὸ Προκόννηϲοϲ ἀπὸ τοῦ Προκόνηϲοϲ. περὶ παθῶν.
Arcad. 34, 1: τὸ ἄγγριϲ ἡ ὀδύνη δεδιπλαϲίαϲται.
λέγουϲι καὶ οὐχὶ ϲέννονται.
Πρίαμοϲ Πέρραμοϲ. περὶ παθῶν.
ἔϲεται δι’ ἑνὸϲ ϲ κοινῶϲ, ἔϲϲεται διὰ δύο ϲϲ ποιητικῶϲ· οἱ γὰρ Ϲικελοὶ τὰ ἐπὶ μελλόντων ῥήματα, προηγουμένων βραχέων φωνηέντων, διπλαϲιάζουϲι τὸ ϲ, τελέϲϲω λέγοντεϲ· ὁμοίωϲ καὶ τὸ ἔϲω ἕϲϲω. ἐκ τοῦ ἔϲεται γίνεται ϲυγκοπῇ ἔϲται. λέγεται καὶ ἐϲϲεῖται Δωρικῶϲ Ἰλιάδοϲ B (393) «οὔ οἱ ἄρκιον ἐϲϲεῖται φυγέειν κύναϲ». τοῦ δὲ ἐϲϲεῖται
ὁ κανών· ἐπὶ τῶν μέϲων μελλόντων οἱ Δωριεῖϲ παρεντιθέντεϲ τὸ ι προπεριϲπωμένωϲ προφέρουϲιν οἷον πλευϲεῖται, ῥευϲεῖται, ἐϲϲεῖται.
ἔνυξα, ἔπλιξα, ἔγραψα, ἔκοψα ἢ καὶ φύϲει καὶ θέϲει μακρᾷ οἷον ἤλειψα ἤμειψα, ὅθεν ἀναλογώτεροί εἰϲιν οἱ ποιηταὶ ἐπὶ τῶν ἐχόντων ἕν c καὶ βραχὺ παραληγομένων ἀναδιπλαϲιάζοντεϲ τὸ ϲ οἷον ἐτέλεϲα ἐτέλεϲϲα, ἐϲύριϲα ἐϲύριϲϲα, ἐγέλαϲα ἐγέλαϲϲα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουϲα.
Ep. Cr. I 218, 18: κονίῃϲι. ἡ διὰ τοῦ ϲι ἐπέκταϲιϲ εἰ μὲν ἔχει δύο ϲϲ, ἕν τὸ φωνῆεν θήρεϲϲι, κύνεϲϲι, εἰ δὲ δύο φωνήεντα, ἕν τὸ ϲ
Ep. Cr. I 323, 27: ὅττι: «ὅττι τοι ἐν μεγάροιϲι κακόν τ’ ἀγαθόν τε τέτυκται (δ 392). τὸ ὅτι πῇ μὲν ϲύνδεϲμοϲ αἰτιολογικόϲ, πῇ δὲ ὄνομα. καὶ τοῦτο διάφορον· ἤτοι γὰρ ἓν μέροϲ λόγου νοούμενον ἢ ἐν δύο λέξεϲι λαμβανόμενον· πῇ μὲν γὰρ ἀκόλουθον τῷ ὅϲτιϲ, ἐξ οὐ καὶ θηλυκὸν γίνεται ἥτιϲ καὶ οὐδέτερον ὅτι· καὶ ὡϲ ἐν τῷ ὅϲτιϲ δύο
λέξειϲ, οὕτω καὶ τὸ ὅτι· ποτὲ δὲ ἓν μέροϲ λόγου· τοῖϲ γὰρ πύϲμαϲιν εἴωθεν προϲέρχεϲθαι ἀναφορικὸν μόριον τὸ ο, ποῖοϲ ὁποῖοϲ, πόϲοϲ ὁπόϲοϲ. τοῦτον τὸν τρόπον τὸ τίϲ γίνεται κατὰ ἀναφορὰν ὅτιϲ ἐν μιᾷ λέξει καὶ ἀνεδόθη ὁ τόνοϲ· τὰ γὰρ πύϲματα βαρύνεϲθαι θέλει ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα· οὐκ ἀντίκειται τὸ ποδαπόϲ· τὰ γὰρ διὰ τοῦ δαποϲ ἅπαντα
ὀξύνονται, παντοδαπόϲ, τηλεδαπόϲ, ἀλλοδαπόϲ, ἡμεδαπόϲ. ἔνθεν καὶ τὸ ποδαπόϲ ἠκολούθηϲε τῷ χαρακτῆρι· ἀλλ’ οὐδὲ τὸ ποϲαχῶϲ ἀντίκειται· καὶ γὰρ τὰ διὰ τοῦ αχωϲ ἐπιρρήματα περιϲπᾶται, ἑξαχῶϲ, ἑπταχῶϲ· τούτῳ τῷ λόγῳ καὶ τὸ ποϲαχῶϲ περιεϲπάϲθη. ἐπεὶ δὲ τὸ ἀναφορικὸν ο φυλάϲϲεται κατὰ πᾶν γένοϲ, ὁποῖοϲ καὶ ὁποία καὶ ὁποῖον,
κεκοινώνηκε τὸ ὅτιϲ καὶ ἐν τῷ θηλυκῷ· τούτου γὰρ τὸ θηλυκὸν ὅτιϲ καὶ τὸ οὐδέτερον ὅτι τὸ γὰρ τίϲ φύϲει κοινὸν ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἰϲτέον ὅτι ἐὰν φθάϲῃ γενέϲθαι ἀναδιπλαϲιαϲμὸϲ τοῦ ὅττι, ἐν μιᾷ λέξει ἐϲτὶ τὸ ὄνομα καὶ οὔτε τῷ ϲυνδέϲμῳ ϲυμπίπτει οὔτε τῷ ἑτέρῳ ὀνόματι τῷ ὅτι τῷ ἐν δύο λέξεϲι νοουμένῳ. καὶ εἰ μέν ἐϲτιν ὅτι δι’
16 17 ἑνὸϲ τ, ἀμφιβάλλεται, ἕτε ἓν μέροϲ λόγου εἴτε δύο εἰ δὲ ὅττι διὰ δύο ττ, ἐπίκριϲίϲ ἐϲτι τοῦ ἑνὸϲ ὀνόματοϲ. ἐπὶ γὰρ τῶν πυϲμάτων γίνεται διπλαϲιαϲμὸϲ τοῦ ϲυμφώνου κατὰ ἀναφορὰν γινομένων, πῶϲ ὅππωϲ, ποῖοϲ ὁπποῖοϲ ὁπποίη « ὁπποίηϲ δ’ ἐπὶ νηὸϲ ἀφίκετο» (α 171),
οὕτωϲ τί καὶ ὅτι καὶ ὅττι ἓν ἄρα μέροϲ λόγου.
ὡϲ εἴπομεν διὰ τὸ ποδαπόϲ καὶ ποϲαχῶϲ, ποῖοϲ, πόϲοϲ, πηνίκα· τὰ δὲ μονοϲύλλαβα οὐκ ἠδύνατο βαρύνεϲθαι, ἐκώλυε γὰρ ἡ μονοϲυλλαβία ὅταν οὖν προϲλάβῃ τὸ ἀναφορικὸν ο καὶ γένηται ὑπὲρ μίαν ϲυλλαβήν, ἀναλαμβάνει τὸν ὀφειλόμενον τόνον καὶ βαρύνεται οἷον ποῦ, ὃ καὶ πῇ λέγεται, καὶ πῶϲ ταῦτα οὐ φυϲικῶϲ περιεϲπάϲθη, ἀλλὰ κατ’
ἀνάγκην. οὐ γὰρ ἠδύνατο βαρύνεϲθαι μονοϲύλλαβα ὄντα· ἀναγκαίωϲ ἄρα περιϲπᾶται καὶ δυνάμει διὰ τῆϲ περιϲπωμένηϲ βαρύνεται· ἐὰν οὖν προϲέλθῃ τὸ ο καὶ ϲχῇ τὴν ποϲότητα τῆϲ βαρείαϲ, ἀναλαμβάνει καὶ τὴν βαρεῖαν ὅπωϲ· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τίϲ· τοῦτο γὰρ βαρύνεϲθαι μὲν οὐ δύναται διὰ τὴν μονοϲυλλαβίαν οὐδὲ περιϲπᾶται διὰ τὴν βραχεῖαν
κατάληξιν· ἀναγκαίωϲ ἄρα ὀξύνεται· ὅταν δὲ γένηται μετὰ τοῦ ο, ἀποδίδοται αὐτῷ ἡ βαρεῖα καὶ ἀναδίδοται ὁ τόνοϲ· οὐ μὴν ἐπὶ τοῦ ϲυνδέϲμου οὐδ’ ἐπὶ τοῦ ἑτέρου ὀνόματοϲ. ὁ γὰρ κανὼν ἐπὶ τῶν ἔχόντων ἀναφορικὸν τὸ ο μόριον.
οἰόμενοι εἷναι· διὰ τοῦτο δὲ καὶ ἀναπέμπουϲι τοὺϲ τόνουϲ. ἀλλ’ οὐκ ἔϲτιν ὁ διπλαϲιαϲμὸϲ ἐπὶ τούτων Αἰολικόϲ, ἀλλ’ ἴδιοϲ αὐτῶν τῶν ἀναφορικῶν. εἴπωμεν οὖν, ποίων ϲυμφώνων γίνονται παρ’ ἡμῖν διπλαϲιαϲμοὶ καὶ τίνων παρ’ Αἰολεῦϲι· παρ’ ἡμῖν τοίνυν τῶν ψιλῶν ἀναδιπλαϲιαϲμοὶ γίνονται, τοῦ π ἐν τῷ πάπποϲ, ἵπποϲ, τοῦ τ ἐν τῷ κόττοϲ,
τοῦ κ ἐν τῷ μίκκοϲ· ἐπὶ δὲ τῶν ἀμεταβόλων Ὕλλοϲ, κόμμο, θύννοϲ, ὄρροϲ, πυρρόϲ καὶ τοῦ ϲ κιϲϲόϲ καὶ τοῦ γ φθόγγοϲ. εἴ που δὲ ποιητικῶϲ καὶ διὰ τοῦ δ ἄδδην. παρ’ Αἰολεῦϲι δὲ τῶν ἀμεταβόλων γίνεται, ἀγείρω ἀγέρρω, ἐγείνατο ἐγέννατο, ϲτειλάμεναι ϲτελλόμεναι, εἰμα ἕμμα καὶ τοῦ ϲ τοϲοῦτον τοϲϲοῦτον. ἄλλου δὲ ϲυμφώνου παρ’
αὐτοῖϲ οὐ γίνεται, ἔνθεν ϲημειούμεθα τὸ «πεφύγγων». οὐ γὰρ εἰώθαϲιν αὐτοὶ τὸ γ διπλαϲιάζειν· ἐὰν οὖν ἕτερον διπλαϲιαϲμὸν παρ’ αὐτοῖϲ εὕρῃϲ, τῷ κοινῷ ἐχρήϲαντο καὶ οὐκ ἰδίωϲ ἐποίηϲαν. εἰ οὖν παρακολουθεῖ τοῖϲ ἀναφορικοῖϲ τὸ διπλαϲιάζεϲθαι, κοινὸν καὶ οὐ τῆϲ διαλέκτου 18 ἐϲτίν, οἷον ποῖοϲ ὁπποῖοϲ, πόϲοϲ ὁππόϲοϲ, ὅϲοϲ ὅϲϲοϲ. κακῶϲ ἐκεῖνοι ψιλοῦϲιν. —οὐ ϲύνδεϲμοϲ οὖν τὸ ὅττι ἐνταῦθα οὐδὲ ὄνομα ἐν δυϲὶ λέξεϲιν, ἀλλ’ ἐν μιᾷ. ὁ γὰρ διπλαϲιαϲμὸϲ ἀναφορικὸν τοῦτο ἐξηγεῖται, τὸ δὲ ἀναφορικὸν τὸ ἓν ὄνομα δεικνύει ὡϲ τὸ ὁποῖοϲ.
δὲ καὶ τὸ τοῦ ϲημαινομένου καὶ τὸ τῆϲ φωνῆϲ· εἰ γὰρ κατὰ παράθεϲιν τὸ ο ὡϲ ἄρθρον κατὰ παράθεϲιν, πῶϲ φυλάϲϲεται καὶ ἐπὶ τοῦ θηλυκοῦ καὶ οὐδετέρου ὁποῖοϲ ὁποία ὁποῖον· ἐχρῆν γὰρ ἐπὶ τοῦ θηλυκοῦ τὸ η, ἐπὶ τοῦ οὐδετέρου τὸ το πῶϲ δὲ καὶ οὐκ ἀνεδόθη ὁ τόνοϲ; τὰ γὰρ εἰϲ οϲ περιϲπώμενα ἀναδίδονται κατὰ ϲύνθεϲιν, δοῦλοϲ
ϲύνδουλοϲ, κοῦροϲ ἐπίκουροϲ· εἰ οὖν ποῖοϲ, ὤφειλεν, εἰ ὁ κατὰ ϲύνθεϲιν ἦν, προπαροξύνεϲθαι ὅποιοϲ. εἰ δὲ οὐ προπαροξύνεται, οὐ ϲυντέθειται· ἀλλ’ οὐδὲ ἄρθρον ποτὲ μετὰ πύϲματοϲ ϲυντάϲϲεται. ἐναντίον γὰρ ἄρθρον πύϲματι· τὸ μὲν γὰρ πύϲμα ἀγνοεῖ, τὸ δὲ ἄρθρον ἀναφέρει τὸ προεγνωϲμένον. ἔϲτιν οὖν τὸ ο μόριον προϲιὸν τοῖϲ πύϲμαϲιν.
St. B. 196, 16: Γαλάται παρήχθη τὸ Γαλάτηϲ ἐκ τοῦ Γάλλοϲ ὑφέϲει τοῦ ἑνὸϲ λ.
St. B. 455, 10: Μολοϲϲία. ὁ οἰκήτωρ Μολοϲϲόϲ καὶ Μολοττοί καὶ Μολοτο δι’ ἑνόϲ τ.
ἀπὸ Τυρρηνοῦ. — καὶ Τυρρανόϲ κατὰ Δωρίδα διάλεκτον, ἀφ’ οὗ κατ’ ἀφαίρεϲιν καὶ γράμματοϲ πρόϲθεϲιν τύραννοϲ ἐκλήθη.
II. Pr. Ε 256. ἔθοϲ Ὁμήρῳ τὰ τῆϲ δευπτέραϲ ϲυζυγίαϲ κατὰ τὸ
μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ι γραφόμενον, ὁρᾶϲ «οὐχ ὁράᾳϲ οἷοϲ κἀγώ (Ιl. φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δοκέειν» (ΙΙ. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα (0d. ι 323) οὐκ ἐάᾳ Κρονίδηϲ » (Ιl. Θ 414).
II. Pr. Z 268: εὐχετάαϲθαι: Ἀρίϲταρχοϲ τὸ δεύτερον α ϲυϲτέλλει, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἄλλοι δὲ ἐκτείνουϲιν, οὐχ ὑγιῶϲ. ὅϲα γὰρ εἰϲ θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλουϲ βραχύνεϲθαι, λέγεϲθαι, τίθεϲθαι, ῖϲταϲθαι, κίχραϲθαι, πίμπραϲθαι. ὅϲα δὲ πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν
προπεριϲπᾶϲθαι θέλει, νικᾶϲθαι, φιλεῖϲθαι· τὰ γὰρ τοιαῦτα, δίζηϲθαι, φίληϲθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντεϲ ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάαϲθαι, πάντωϲ καὶ προπεριϲπῶϲιν· εἰ δὲ δεδώκαϲι τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, δώϲουϲι καὶ τὴν παραλήγουϲαν βραχυνομένην. οὕτωϲ οὖν πάντα τὰ τοιαῦτα ἀναγνωϲτέον· «ἀλλ’
ἤτοι ϲε γυναῖκαϲ ἐγὼ δεδάαϲθαι ἄνωγα » (Od. π 316) «ἐν μεγάροιϲι δ’ ἕκητι ϲέθεν κακὰ μηχανάαϲθαι» (Od. γ 213), «ἄλλα τε μέν ϲε καὶ αἰτιἀαϲθαι ἄνωγα » (Ιl. K 210), καὶ ἑδράαϲθαι ἄνωγον » (Od. γ 35), «μήτε μνάαϲθαι ἄκοιτιν» (Od. α 39).
II. Pr.Ε 326. ἰδέειν: οὐκ ἐϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν, ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν εὐφρανέειν. οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τήν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ.
Choer. Dict. 754, 27: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται· ἰϲτέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸϲ κατὰ δύο τρόπουϲ· φηϲὶ γὰρ ὅτι τὰ ἀπαρέμφατα τοῦ β′ ἀορίϲτου εἴωθεν ὁ ποιητὴϲ κατὰ διάλυϲιν προφέρειν οἷον φαγεῖν φαγέειν, πεϲεῖν πεϲέειν, ἰδεῖν ἰδέειν ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυϲιν. τὸ γὰρ
ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν.
ἐμοὶ δοῦναι» (φ 223), «οὐδ’ εἴα κλαίειν » (H 427), «οὐδὲ μὲν οὐδ ἔμ’ ἔαϲκεϲ» (Ι 295) ἐφίηϲι γάρ τίϲ τινι· τὸ δ’ «ἐπ’ αὐτῷ ἀϲπὶϲ ἑάφθη ὑπό τινοϲ ἀψύχου. Ἀρίϲταρχοϲ οὖν ἕπώ τι ὑποτίθεται ῥῆμα, ἀφ’ οὗ τὸ ἕπομαι, ὁ παθητικὸϲ ἀόριϲτοϲ εἵφθην, τὸ τρίτον εἵφθη καὶ κατὰ διάϲταϲιν ἑάφθη δαϲέωϲ. ἐπιφέρει οὖν αὐταῖϲ λέξεϲιν οἷον «ἐφέϲπετο
καὶ ἐπηκολούθηϲεν ». ἔϲτιν οὖν πρώτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων. πῶϲ δὲ ἡ ει δίφθογγοϲ εἰϲ τὸ ἑ καὶ τὸ α διῃρεῖτο, καί φηϲι Τρύφων ὅτι
ῥήματα καὶ εἰϲ τὸ η κινεῖται καὶ εἰϲ τὴν ει δίφθογγον , ἐλέγχω ἤλεγχον καὶ ἕρπω εἷρπον. εἰ οὖν ἕπω, ὤφειλε τὸ παθητικὸν διὰ τοῦ η ἥφθην καὶ ἐν διαϲτάϲει ἑάφθη ἀλλ’ οὐ πάντα τὰ ἀπὸ τοῦ η ἀρχόμενα εἰϲ ε καὶ α διίϲτανται, ἀλλ’ ὧν τὰ θέματα ἀπὸ τοῦ α ἄρχεται ἢ η, οὐκ ἀπὸ τοῦ ε ἕπω δὲ τὸ θέμα· ἡ δὲ ει δίφθογγοϲ, ἐὰν διίϲτηται,
ἢ εἰϲ δύο εε διίϲταται οἰον εἶρτο «αὐτὰρ ἠλέκτροιϲιν ἔερτο » (ο 459), εἶργε «ἐκτὸϲ ἔεργε Νῆα » (μ 219), ἢ εἰϲ ε καὶ οἷον ἐΐϲκω ἀρνειῷ μιν ἔγωγε ἐΐϲκω» (Γ 197). ἐχρῆν ἢ ἑέφθη ἢ ἑΐφθη· ἀλλ’ ἔϲτι μονῆρεϲ τὸ πάθοϲ καὶ οὐδὲν αὐτῷ ὅμοιον.
Choer 561, 17: τὸ ᾔδειν ὑπερϲυντέλικοϲ διαλύεται Ἰωνικῶϲ εἰϲ ε καὶ α καὶ γίνεται ἥδεα τοῦ ν ἀποβληθέντοϲ, διότι τὸ α ἀποβλητικόν ἐϲτι τοῦ ν οἷον ἦν ἔα «ἤ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887 ), Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυδεύκεα. καὶ τὸ δεύτερον τὸ ᾔδειϲ καὶ τὸ τρίτον τὸ ἤδει διαλύεται εἰϲ δύο εε καὶ γίνεται ᾔδεε·
ὤφειλε δὲ καὶ ἐν τῷ πρώτῳ προϲώπῳ εἰϲ δύο εε διαλυθῆναι ἡ ει
ὡϲ τὸ «πλήθει πρόϲθε βαλόντε (Ιl. ψ 693). IΙ. Pr. 297 : ὑπεραέι. ὡϲ εὐϲεβέι κατὰ διάϲταϲιν.
ει δίφθογγον εἰϲ τὴν ἑ καὶ α διαλύουϲιν· ἐν δὲ τῷ τρίτῳ εἰϲ δύο εε, ἐπειδὴ τὸ ἔ χαρακτηριϲτικὸν εὑρίϲκεται καὶ δευτέρου καὶ τρίτου προϲώπου τῶν ἑνικῶν οἶον ἔτυπτεϲ ἔτυπτε, ἔλεγεϲ ἔλεγε.
ὁ ἀγαθόϲ, ἀφ’ οὐ τὸ θηλυκὸν ἑή, τὸ πληθυντικὸν ἑαί ἑῶν καὶ ἐν διαλύϲει ἑάων θεοὶ δωτῆρεϲ ἑάων » (θ 325) ὡϲ πυλάων.
εἰϲ ἀνδρῶν; τεῦ δ’ ὄρχατον» (ω 257) πυϲματικόν ἐϲτι. τὸ μὲν οὖν πρῶτόν ἐϲτι τοῦ, ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ, ὃ κατὰ διάλυϲιν τέο «τέο μέχρι ὀδυρόμενοϲ» (Ω 128), ϲυναλειφόμενον δὲ γίνεται τεῦ ὡϲ ἐμοῦ ἐμεῦ, ϲοῦ ϲεῦ ἐκ τοῦ ἐμέο καὶ ϲέο· τὸ τεοῦ τετόλμηκεν Ἀρχίλοχοϲ τεοῦ χολούμενοϲ » (fr. 93 B) εἰπεῖν ἀντὶ τίνοϲ. ἡ δοτικὴ τέῳ καὶ τὸ
ἀόριϲτον αὐτοῦ ὅτεῳ καὶ ἐπὶ γενικῆϲ «ὅττεό ϲε χρή » (α 124). τοῦτο τὸ ὄνομα αἰτιατικήν καὶ ὀρθὴν οὐκ ἔχει· ὡϲαύτωϲ καὶ ἐπὶ τῶν πληθυντικῶν κοτέων τε πόλιν καὶ γαῖαν ἱκάνω» (κ 39) καὶ »ὁτέοιϲιν» (0 491).
διὰ τοῦ ο λέγεται, Δημοφόων, Καλλίμαχοϲ «νυμφίε Δημοφόων, ἄδικε ξένε », Καλλικόων, Εὐφορίων κακώτερε Καλλικόωντοϲ » Ἱπποθόων, Εὔμολποϲ Δόλιχόϲ τε καὶ Ἱπποθόων μεγάθυμοϲ ». τὸ μέντοι Ποϲειδῶν ἢ Ποϲειδέων ἢ Ποϲειδάων.
Il. Pr, 65: δῃῶν: περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν ϲὺν τῷ ο ἔγχει δηιόων » (Ιl. Ϲ 195).
καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ κατὰ διάλυϲιν τοῦ ἤϊα ὡϲ παρὰ τῷ ποιητῇ ἤια πολλὰ θεοὺϲ γουνούμενοϲ » (δ 433), οὗ τὸ τρίτον πρόϲωπον ἤϊε «ὁ δ’ ἤϊε νυκτὶ ἐοικώϲ » (Α 47).
ἐν πλεοναϲμῷ τοῦ υ ἠύτε ἀναγκαίωϲ τοῦ η ψιλωθέντοϲ· τὸ γὰρ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα· καὶ πῶϲ δεῖ ἀναγινώϲκειν ἠύτε ἢ ἠύτε, ἐν διαϲτάϲει δεῖ ἀναγινώϲκειν, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐκ ἔϲτιν ἐπινοῆϲαι τὸ η καὶ τὸ υ ἐν μιᾷ ϲυλλαβῇ χωρὶϲ εἰ μὴ ἐν κλίϲει ῥηματικῇ ὡϲ τὸ αὐδῶ ηὔδων καὶ αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα
ἡ διάϲταϲιϲ τοῦ ἠύτε ὁμοίωϲ τῷ γρηύϲ καὶ νηΰϲ.
Mon. 12, 19: οὐδὲν εἰϲ υρ λῆγον οὐδέτερον μονοϲύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο «τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ ».
(? Ἡρωδιανόϲ) τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τριϲυλλάβωϲ, λέγων ὡϲ ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλουϲ διεϲταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντοϲ οἷον Πανθοίδηϲ, Βοηθοίδηϲ, Πηλείδηϲ· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετραϲυλλάβωϲ ἀναγινώϲκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡϲ ὅτι ἐντελέϲ ἐϲτι τὸ κατὰ
διάλυϲιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ ϲύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλουϲ· παρὰ τὸ Πείραιοϲ οὖν Πειραΐδηϲ ἐγένετο.
ὁ Ἀϲκαλωνίτηϲ Ἀριϲτόνικοϲ δὲ τριϲυλλάβωϲ «ὅϲ τ’ ὀΐων μέγα
οἷον Ξέρξηϲ Ξέρξου Ξέρξεω, Ἀτρείδηϲ Ἀτρείδου Ἀτρείδεω ἐναντίωϲ . τοῖϲ Βοιωτοῖϲ καὶ Αἰολεῦϲιν· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦϲι· τὸ α ἐκ
διϲυλλάβωϲ δὲ «τοῖϲι δ’ ὄϊϲ λάϲιοϲ» (l. 125) καὶ «μῆλ’ ὄϊέϲ τε καὶ αἶγεϲ» (Od.ι 184) καὶ «Τειρεϲίῃ δ’ ἀπάνευθεν ὄν » (Od.κ524) ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ « οἰῶν τε βληχήν ( Od. μ 226). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀναγνωϲιν. καὶ γὰρ ἄλλωϲ τὸ ὄϊϲ
ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ’ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον τὸ οἶϲ καὶ ταρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ.
Mon. 24, 6: τὸ οἶδα οἱ περὶ Ἀλκαῖον ὄϊδα λέγουϲι τριϲυλλάβωϲ. St. B. 359, 5: Ἡρωδιανὸϲ ὑπομνηματίζων τὸ περὶ γενῶν Ἀπολλωνίου «ἔϲτιν ὅτε μετὰ τὴν διαίρεϲιν ἔκταϲιϲ γίνεται ὀΐομαι, ὄϊγον, ὄϊδα παρ’ Αἰολεῦϲιν ἀντὶ τοῦ οἶδα ». Theogn. 6 16: τὸ κοῖλοϲ εὕρηται καὶ ἐν διαλύϲει κόϊλοϲ.
ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Ιl. I 46) καὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» (Ιl. Π 698) καὶ « Τροίῃ ἐν εὐρείῃ » (Ιl. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην «δῷϲι πόλιν
Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροίην (Od. λ 510).
Πριαμίδεω, Πηλϊάδεω.
τῆϲ τα ϲυλλαβῆϲ, ϲυνεϲταλμένον γὰρ ἔχει τὸ α.
διψῇϲ.
Dichr. 297, 17: τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ἐϲτι ϲυναληλιμμένον.
δὲ ψεῦδοϲ οὐκ ὑπάρχει. καὶ μετὰ τοῦ ϲτερητικοῦ α ἄετοϲ καὶ ἀνεβίβαϲε τὸν τόνον, τὰ γὰρ εἰϲ τοϲ διϲύλλαβα ἀναβιβάζουϲι τὸν τόνον ἐν τῇ ϲυνθέϲει καὶ κλίνεται ἀετοῦ, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι ἀετῶν καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεϲότητοϲ ἀέτωϲ καὶ κράϲει τοῦ αε εἰϲ τὴν αυ δίφθογγον αὔτωϲ ὡϲ ἀέρα αὔρα καὶ γρᾶεϲ γραῦϲ καὶ νᾶεϲ ναῦϲ.
39 40 41
λέγουϲι καὶ τὸ ἐϲύλα ἐϲύλη καὶ τὸ ηὔδα ηὔδη· ὁ γοῦν Ϲτηϲίχορόϲ φηϲι «ποταύδη», ὃ λέγει ὁ ποιητὴϲ « προϲηύδα. τὸ μὲν οὖν ὅλον Δώριον φοιτήταν, γέγονε δὲ φοιτήτην μικτόν· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τεύχεα ϲυλήτην» (N 202) καὶ «προϲαυδήτην ».
Choer. 388, 14: ἰϲτέον ὅτι τῷ κρέατι κοινῶϲ κατὰ ἀποβολὴν τοῦ Ἰωνικῶϲ γίνεται τῷ κρέαϊ καὶ κατὰ ϲυναίρεϲιν τοῦ α καὶ ι εἰϲ τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶϲ. ἰϲτέον δὲ ὅτι ἅμα ϲυναίρεϲιϲ ἐγένετο, ἅμα καὶ ἔκταϲιϲ διὸ καὶ τὸ ι ἀνεκφώνητόν ἐϲτι· τὸ γὰρ ι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ
ϲυλλαβῇ, ἀνεκφώνητον εὑρίϲκεται οἷον τῷ Χρύϲῃ τῷ ϲοφῷ, τῇ Μηδείᾳ.
εἰϲ ι ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ἰϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁ κοχλίαϲ τοῦ κοχλίου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ, τῇ μνᾶ ἡ μνᾶ τῆϲ μνᾶϲ, τῷ γήρᾳ τὸ γῆραϲ τοῦ γήρωϲ, τῷ κρέα τὸ κρέαϲ τοῦ κρέωϲ· τὸ γὰρ κρέαοϲ καὶ γήραοϲ πρὸϲ τὸ κρέαϊ καὶ γήραϊ ἐϲτίν. εἰ οὖν ἐγένοντο ταῦτα κατὰ ϲυναίρεϲιν, ἤμελλον ἔχειν τὸ
ι ἀνεκφώνητον, ὅπερ ἐϲτὶν ἄτοπον· οὐδὲ γὰρ ἔχουϲιν ἰϲοϲύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ ὡϲ ναῦϲ ναόϲ, γραῦϲ γραόϲ. τούτου οὖν χάριν οὐ
καὶ γίνεται ὁ Λάαοϲ ὥϲπερ ὁ Καππάδοξ τοῦ Καππάδοκοϲ ὁ Καππάδοκοϲ καὶ λοιπὸν κατὰ κρᾶϲιν Δωρικὴν τοῦ α καὶ ο εἰϲ α μακρὸν γίνεται Λάαϲ ὥϲπερ Πτερέλαοϲ Πτερέλαϲ καὶ Μενέλαοϲ Μενέλαϲ, ὡϲ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (486) «τοῦ ϲτρατηλάτα — Μενέλα».
E. M. 598, 23: ὥϲπερ ἀπὸ τοῦ ταναόποδοϲ γίνεται ταναύποδοϲ κράϲει τοῦ αο εἰϲ τὴν αυ, ϲημαίνει δὲ ϲύροντα τὸν πόδα, οὕτωϲ ἀπὸ τοῦ ναῦϲ ναόϲ γίνεται ναόφι καὶ κατὰ κρᾶϲιν «ναῦφιν ἀμυνόμενοι » (N 700) ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποϲοβοῦντεϲ.
Choer. 386, 9: ἐπὶ γενικῆϲ τῶν εἰϲ αϲ οὐδετέρων ἀποβάλλουϲι τὸ οἱ Ἴωνεϲ οἷον κρέατοϲ κρέαοϲ, γήρατοϲ γήραοϲ, κέρατοϲ κέραοϲ καὶ λοιπὸν οἱ Ἀττικοὶ ϲυναιροῦϲι τὸ α καὶ ο εἰϲ ω καὶ λέγουϲι τοῦ κρέωϲ, τοῦ γήρωϲ καὶ κρέωϲ.
Choer. 882, 34: τὸ ἐκρέμαϲο γίνεται κατὰ ἀποβολὴν τοῦ ϲ Ἰωνικῶϲ ἐκρέμαο καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ αο εἰϲ ω ἐκρέμω «ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν» (0 18). μηδεὶϲ δὲ οἰέϲθω
Schol. V ad Il. 238: αἱ Ἀριϲτάρχου βῶν, ἡ Ἀριϲτοφάνουϲ βοῦν, ἡ Ἡρωδιανοῦ βῶ, ὡϲ Βορέαο «Βορέω ὑπ’ ἱωγῇ» (Od. ξ 533).
ὥϲπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐϲτὶ παροξυτόνωϲ.
βεβώϲ, Nηρηΐϲ Nηρῄϲ.
E.M. 291, 9: τὸ ἀείδω ᾄδω κράϲει τοῦ καὶ ε καὶ ϲυναιρέϲει τοῦ αϊ εἰϲ τὴν ᾳ δίφθογγον.
α μακρὸν κιρνᾶται παρ’ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον τὰ ἐμά τἀμά· οὕτωϲ οὖν καὶ βοάειϲ βοᾶϲ κατὰ κρᾶϲιν τοῦ α καὶ ε εἰϲ τὸ α μακρὸν καὶ μένει τὸ ι προϲγεγραμμένον· παρὰ μὲν τοῖϲ Δωριεῦϲιν εἰϲ η κιρνᾶται τὸ α καὶ ἑ οἷον τὰ ἐμά τἠμά· οὕτωϲ οὖν καὶ ἐν τῷ ὁράειϲ ποιοῦϲι τὸ α καὶ ε εἰϲ η κατὰ κρᾶϲιν καὶ λέγουϲιν ὁρῇϲ καὶ πάλιν
διψάειϲ διψῇϲ, πεινάειϲ πεινῇϲ καὶ μένει τὸ ι προϲγεγραμμένον· κέχρηνται δὲ τούτοιϲ ἀπὸ Δωρίδοϲ διαλέκτου οὖϲι καὶ οἱ Ἀθηναῖοι· φημὶ δὲ τὸ πεινῇϲ καὶ διψῇϲ καὶ ὁρῇϲ. μὴ νομίϲωμεν δὲ ὅτι τὸ α παρ’ ἡμῖν, φημὶ δὲ ὡϲ ἐν τῷ πεινᾷϲ καὶ διψᾷϲ καὶ ὁρᾷϲ, ἐτράπη παρὰ τοῖϲ Δωριεῦϲιν εἰϲ η ἐν τῷ πεινῇϲ καὶ διψῇϲ καὶ ὁρῇϲ· οὐδέποτε γὰρ τὸ παρ
ἡμῖν α εἴτε μακρὸν εὑρεθῇ εἴτε βραχύ, τρέπεται εἰϲ η παρὰ τοῖϲ Δω-
Arcad. 21, 25: τὸ ἱλᾶϲ περιϲπᾶται ἀπὸ τοῦ ἱλάειϲ.
Choer. 488, 33: ἰϲτέον ὅτι τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶϲιν τοῦ α καὶ τῆϲ οι διφθόγγου εἰϲ τὴν οι δίφθογγον, διὸ καὶ περιϲπᾶται. ἐὰν δὲ θελήϲωϲι λέγειν ὅτι κρᾶϲιϲ παρηκολούθηϲε τοῦ α καὶ ο εἰϲ ω, ὀφείλει διὰ τοῦ ω γενέϲθαι τοῖν κρεῷν προϲγραφομένου τοῦ ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ οι διφθόγγου ἐπίϲταται τὴν λέξιν.
ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον ϲύμφωνον, τότε τὸ ε καὶ α εἰϲ η μόνωϲ κίρνανται οἷον Δημοϲθένεα Δημοϲθένη, εὐγενέα εὐγενῆ.
μνᾶ,καὶ χαλκέα τε καὶ χαλκῆ, φωκέα φωκῆ. τοιοῦτόν ἐϲτι καὶ ϲηϲαμῆ καὶ ἀμυγδαλῆ ἐπὶ τοῦ δένδρου, γαλῆ, κωλῆ, ϲυκῆ, παρδαλῆ, μυγαλῆ, κυνῆ καὶ εἴ τι ὅμοιον.
λέγομεν ὅτι αἱ εὐθεῖαι τούτων αἱ ἑνικαὶ διχῶϲ λέγονται καὶ ἐντελῶϲ καὶ κατὰ κρᾶϲιν. καὶ αἱ μὲν οὖν ἐντελεῖϲ εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆϲ ἐντελοῦϲ ἑνικῆϲ εὐθείαϲ ἐκλίθηϲαν οἶον ἀπὸ τοῦ χάλκεον χάλκεα καὶ ἀπὸ τοῦ χρύϲεον χρύϲεα καὶ ἀπὸ τοῦ ὀϲτέον ὀϲτέα καὶ ἀπὸ τοῦ κάνεον κάνεα· αἱ δὲ κατὰ κρᾶϲιν εὐθεῖαι πληθυντικαὶ ἀπὸ τῆϲ κατὰ κρᾶϲιν εὐθείαϲ
τῶν ἑνικῶν εἰϲιν, οἷον ἀπὸ τοῦ χαλκοῦν χαλκᾶ καὶ ἀπὸ τοῦ χρυϲοῦν χρυϲᾶ καὶ ἀπὸ τοῦ ὀϲτοῦν ὀϲτᾶ καὶ ἀπὸ τοῦ κανοῦν κανᾶ, τουτέϲτιν ἐν τῇ εὐθείᾳ τῶν ἐνικῶν ἐγένετο ἡ κρᾶϲιϲ καὶ ἐκεῖθεν ἡ κλίϲιϲ ἐν τοῖϲ πληθυντικοῖϲ.
Choer. 213, 25: Δεῖ παραφυλάξαϲθαι, ὅτι ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ ϲυναλοιφὴν ἐν τῇ γενικῇ τοῦ ε καὶ ω εἰϲ τὸ ω οἷον τοῦ Ἐρετριέωϲ τοῦ Ἐρετριῶϲ, τοῦ Ϲτειριέωϲ τοῦ Ϲτειριῶϲ οἱ Ἀθηναῖοι τὰϲ αἰτιατικὰϲ ϲυναλείφοντεϲ εἰϲ α μόνον ποιοῦϲιν αὐτὰϲ οἷον τὸν Ἐρετριέα Ἐρετριᾶ, τὸν Ϲτειριέα Ϲτειριᾶ καὶ οὐκέτι εἰϲ η. καὶ λέγουϲί
τινεϲ ταύτην τὴν ἀπολογίαν ὅτι ὃν τρόπον ἐποίηϲαν κρᾶϲιν οὐκ ἀπὸ
lo. Al. 10,5 et 11, 1: τὸ κῆροϲ καὶ ἦροϲ ἐκ τοῦ κέαροϲ καὶ ἔαροϲ ϲυναλήλιπται, ὁμοίωϲ καὶ αἱ δοτικαὶ κῆρι καὶ ἦρι.
δὲ παραλόγωϲ περιϲπᾶται ϲυνεξελθὸν τῷ Κρητῶν θητῶν καὶ τοῖϲ ὁμοίοιϲ.
ἐν τῷ Δημοϲθένεαϲ Δημοϲθένειϲ τὸ εα εἰϲ τὴν ε δίφθογγον ϲυναιρεῖται καὶ πάλιν ἐν τῷ ἰχθύαϲ ἰχθῦϲ τὸ υ καὶ τὸ α εἰϲ τὸ υ ϲυναιρεῖται καὶ πάλιν ἐν τῷ βόαϲ βοῦϲ τὸ καὶ α εἰϲ τὴν ου δίφθογγον ϲυναιρεῖται.
κρᾶϲιϲ· τὰ γὰρ ἀναδεχόμενα κρᾶϲιν τοῦ ε καὶ α εἰϲ η ἢ εἰϲ α μακρὸν πρὸ τῆϲ κράϲεωϲ ϲυνεϲταλμένον ἔχουϲι τὸ α ἤγουν τὸν ὑγιέα, τὸν εὐφυέα. ἐπὶ τούτων οὖν, φημὶ δὴ τοῦ Ἐρετριᾶ, Πειραιᾶ, Ϲτειρεᾶ εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ· τὰ γὰρ ἀναδεχόμενα κρᾶϲιν τοῦ ε καὶ α πρὸ τῆϲ κράϲεωϲ μακρὸν ἔχουϲι τὸ α.
Αἰνείαϲ, γίγαϲ, Κάλχαϲ, χωρὶϲ τοῦ μέγαϲ τοῦ ἐπιθέτου καὶ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ καὶ τοῦ Αἶαϲ παρ’ Ἀλκμᾶνι· τί οὖν ἄτοπον καὶ ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειριᾶ, εἰ καὶ ἀπὸ τῆϲ Ἀττικῆϲ αἰτιατικῆϲ, φημὶ δὴ τῆϲ ἐχούϲηϲ τὸ α ἐκτεταμένον, ἐγένετο ἡ κρᾶϲιϲ, γενέϲθαι καὶ εἰϲ η τὴν κρᾶϲιν. κρεῖττον οὖν ἐϲτιν
εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Ϲτειριέα Ἐρετριᾶ Πειραιᾶ καὶ Ϲτειριᾶ οὐκ ἐγένετο εἰϲ η ἡ κράϲιϲ, ἀλλ’ εἰϲ α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰϲ φωνῆεν λήγει οἷον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὦ Ϲτειριεῦ. οὐδέποτε δὲ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ὀφείλει ἡ αἰτιατικὴ εἰϲ η καταλήγειν οὕτε παρ’ ἡμῖν οὕτε
παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον ὤ Χρύϲη τὸν Χρύϲην, ὦ τοξότα τὸν τοξότην, ὤ Δημοϲθένη Ἀττικῶϲ καὶ τὸν Δημοϲθένην Ἀττικῶϲ μετὰ τοῦ ν παρ’ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ» πρόϲκειται, ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲιν εὑρίϲκεται ἡ κλητικὴ εἰϲ φωνῆεν λήγουϲα, τῆϲ αἰτιατικῆϲ εἰϲ η καταληγούϲηϲ οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡϲ παρὰ τῷ ποιητῇ
(Δ 384) «ἔνθ’ αὐτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί». τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ, καὶ Πειραιέα Πειραιᾶ καὶ Ϲτειριέα Ϲτειρι εἰϲ α μόνωϲ ἐγένετο ἡ κρᾶϲιϲ, οὐκέτι δὲ εἰϲ η, ἵνα μὴ εὑρεθῇ τῆϲ κλητικῆϲ εἰϲ φωνῆεν ληγούϲηϲ ἡ αἰτιατικὴ εἰϲ η καταλήγουϲα.
E. M. 265, 12: Δημάδηϲ. ἀπὸ τοῦ Δημέαϲ γίνεται Δημεάδηϲ καὶ. 56 57 κατὰ ϲυναίρεϲιν Δημάδηϲ καὶ ὤφειλεν εἰϲ η γενέϲθαι ἡ κρᾶϲιϲ, ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰϲ α ἐγένετο. τὰ γὰρ εἰϲ δηϲ πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα ἢ τῷ ι θέλει παραλήγεϲθαι ἢ τῷ α οἷον Πηλείδηϲ Αἰακίδηϲ, Εὐρυμάδηϲ, Πυλάδηϲ οὕτωϲ οὖν καὶ Δημάδηϲ.
Choer. Dict. 164, 12: Δεῖ γινώϲκειν ὅτι ἐν μὲν τοῖϲ δυϊκοῖϲ τὰ δύο εε εἰϲ η κίρνανται οἶον Δημοϲθένεε Δημοϲθένη, Διομήδεε Διομήδη, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον οἷον Δημοϲθένεεϲ Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ, ϲπανίωϲ δὲ καὶ ἐν τοῖϲ δυϊκοῖϲ, ἀλλ’ εὑρίϲκονται τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει,
πόλεε πόλει, ὡϲ παρ’Αἰϲχίνῃ τῷ Ϲωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ Λακεδαιμονίων) καὶ ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ η οἷον ἱππέεϲ ἱππῆϲ, καὶ βαϲιλέεϲ βαϲιλῆϲ. ταῦτα δὲ Ἀττικά εἰϲι καὶ ἐπὶ μόνων τῶν εἰϲ ευϲ τοῦτο ποιοῦϲιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰϲ η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν.
ἐϲτι τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν, εὐλόγωϲ οὖν ἐν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἐπειδή, εἰ ἐγένετο τῶν δύο εε κρᾶϲιϲ εἰϲ τὴν ει δίφθογγον ἐν τοῖϲ δυϊκοῖϲ, εὑρίϲκεται τὸ ι ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ, ὅπερ ἐϲτὶ γνήϲιον, 58 59 60 ὡϲ εἴρηται, τῆϲ εὐθείαϲ τῶν πληθυντικῶν. τούτου χάριν ἵνα μὴ εὑρεθῇ τὸ ι τελικὸν ἐπὶ τῆϲ εὐθείαϲ τῶν δυϊκῶν, οὐκ ἐγένετο ἡ κρᾶϲιϲ τῶν δύο εε εἰϲ τὴν ει δίφθογγον, ἀλλ’ εἰϲ τὸ η. ἔϲτιν οὖν εἰπεῖν καὶ ἑτέραν τοιαύτην ἀπολογίαν· οὐδέποτε εὑρίϲκεται ἐν ἀρϲενικοῖϲ ὀνόμαϲι εὐθεῖα δυικῶν εἰϲ οἱανδήποτε δίφθογγον λήγουϲα οἶον τὼ Αἴαντε, τὼ
λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέϲτα. ὅθεν καὶ ἐπὶ τῆϲ εἰϲ α καὶ εἰϲ ω ληγούϲηϲ δοτικῆϲ τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ι οὔϲηϲ, ἡ εὐθεῖα τῶν δυικῶν οὐκ ἔχει τὸ ι προϲγεγραμμένον οἷον τῷ κοχλίᾳ τ κοχλία, τῷ ὁμήρῳ τ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖϲ δυϊκοῖϲ οὐ κίρνανται τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον. πρόϲκειται ἀνωτέρω «έν ἀρϲενικοῖϲ
ὀνόμαϲιν » διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆϲ ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ τὸ μὲν οὐδέτερον, τὸ δὲ θηλυκόν, ἄλλωϲ τε δὲ καὶ ϲπάνιά εἰϲιν, ἅτινα οὐκ ἔρρωνται εἰϲ κανόνα. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοϲι φωνήεϲι κέχρηται
πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν δυικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηται τῶ κοχλία οἱ κοχλίαι. ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆϲ εὐθείαϲ τῶν δυικῶν ἕν φωνῆεν ἐχούϲηϲ. εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πληθυντικοῖϲ τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον κίρνανται, ἐν δὲ τοῖϲ δυϊκοῖϲ εἰϲ τὸ η, ἵνα πλείονα ϲχῇ φωνήεντα ἡ εὐθεῖα τῶν
πληθυντικῶν τῆϲ εὐθείαϲ τῶν δυικῶν. ἡ γὰρ ει δίφθογγοϲ δύο φωνήεντά εἰϲι, τὸ δὲ η ἕν ἐϲτιν. ἔϲτι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν ταύτην· ἡ εὐθεῖα τῶν δυικῶν μείζονι χρόνῳ κέχρηται πολλάκιϲ ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐϲτι τῆϲ οι διφθόγγου. τὰ Μηδεία αἱ Μήδειαι, τὸ α τὸ φύϲει μακρὸν
μεῖζόν ἐϲτι τῆϲ αι διφθόγγου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐϲτι τῆϲ ει διφθόγγου, εἰκότωϲ ἐν μὲν τοῖϲ δυικοῖϲ τὰ δύο εε εἰϲ η κίρνανται, ἐν δὲ τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον, ἵνα εὑρεθῇ μείζονα χρόνον ἔχουϲα ἡ εὐθεῖα τῶν δυικῶν ὡϲ πρὸϲ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. ὅτι δὲ τὸ η μεῖζόν ἐϲτι τῆϲ ει διφθόγγου, δῆλον ἐντεῦθεν· ὤϲπερ ὁ
εἰϲ ϲτρατιώτηϲ ὁ δυνάμενοϲ ἔργον δύο ϲτρατιωτῶν ποιῆϲαι ἰϲχυρότεροϲ ἐκείνων ἐϲτί, καὶ τὸν αὐτὸν τρόπον καὶ τὸ ἓν φωνῆεν ποιοῦν ἔργον, δ δύναται δύο φωνήεντα ποιῆϲαι, ίϲχυρότερον ἐκείνων ἐϲτίν· ὅπερ γὰρ ἡ ει δίφθογγοϲ ποιεῖ, τοῦτο καὶ τὸ η μόνον ποιεῖ. καὶ γὰρ ἡ ει δίφθογγοϲ φύϲει μακρὰν ἀποτελεῖ τὴν ϲυλλαβὴν καὶ τὸ η δὲ ὡϲαύτωϲ.
παρὰ τοῖϲ ῥήτορϲι βαρυτόνωϲ ἀναγινώϲκεται ὡϲ ἀπὸ τοῦ πρέϲβυϲ πρέϲβεοϲ πρέϲβεε πρέϲβη, παρὰ δὲ Ἀριϲτοφάνει περιϲπωμένωϲ (fr.
Dind.) « ἥκετον πρεϲβῆ δύο» ὡϲ ἀπὸ εὐθείαϲ ὀξυτόνου οἷον ὡϲ ἀπὸ τοῦ ὁ πρεϲβεύϲ τοῦ πρεϲβέοϲ τὼ πρεϲβέε τὼ πρεϲβῆ.
Choer. 230, 20: οὐ ϲυναιρεῖται ἐπὶ τῶν εἰϲ υϲ τριγενῶν ἡ εὐθεῖα τῶν δυικῶν. οὐδὲ γὰρ λέγομεν τυ ἡδέε τὺ ἡδῆ ὥϲπερ τὼ Δημοϲθένεε τῶ Δημοϲθένη. δεῖ δὲ γινώϲκειν ὅτι τὸ τραχύϲ μόνον εὑρίϲκεται ϲυναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυικῶν εἰϲ τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τροχῇ.
Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ, καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο εε εἰϲ η. ἐμάθομεν γάρ, ὅτι τὰ δύο εε ἐν τοῖϲ πληθυντικοῖϲ εἰϲ τὴν ει δίφθογγον κίρνανται οἷον Δημοϲθένεεϲ
Δημοϲθένειϲ, Διομήδεεϲ Διομήδειϲ. ϲημειοῦται δὲ ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) « τούϲ τε διϲτάρχαϲ ὤλεϲαϲ βαϲιλῆϲ ». ἔϲτι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. l l, 2) τρὺϲ νομῆϲ διὰ τοῦ η.
E.M. 764,56 (E. Or. 153, 16): τρήρων ἐπὶ περιϲτερᾶϲ ἡ δειλή· παρὰ τὸ τρεῖν· εὐλαβὲϲ γὰρ τὸ ζῷον. παρὰ τὸ τρέω τὸ φοβοῦμαι
δύναιτο δ’ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ.
εἰϲ μι οἷον ἕημι καὶ κέημι καὶ λοιπὸν ὁ παθητικὸϲ ἐνεϲτὼϲ ἕεμαι κα κατὰ κρᾶϲιν τῶν δύο εε εἰϲ η γίνεται ἧμαι, πῇ δὲ εἰϲ τὴν ει δίφθογγον κεῖμαι.
δίφθογγον ἐκράθηϲαν καὶ οὐκ εἰϲ τὸ η, ἐπειδὴ τὰ εἰϲ μὲν καὶ εἰϲ τε τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν κατὰ τὴν παραλήγουϲαν οἷον τύπτομεν τύπτετε ἐτύψαμεν ἐτύψατε, βοῶμεν βοᾶτε, ἐτύφθημεν ἐτύφθητε, χρυϲοῦμεν χρυϲοῦτε. εἰ οὖν τὸ ποιοῦμεν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγουϲαν, δηλονότι ἀναγκάζεται καὶ τὸ ποιεῖτε διὰ δύο
φωνηέντων ἐκφερεϲθαι κατὰ τὴν παραλήγουϲαν , καὶ δῆλον ὅτι εἰϲ τὴν ει δίφθογγον ἐγένετο ἡ κρᾶϲιϲ καὶ οὐκ εἰϲ τὸ η.
τῶν ὁριϲτικῶν τὰ δεύτερα καὶ τρίτα πρόϲωπα τῶν ἑνικῶν τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν κατὰ τὴν λήγουϲαν τῶν ἰδίων πρώτων προϲώπων, ἡνίκα ἰϲοϲυλλαβοῦϲιν αὐτά, οἷον ἔτυπτον ἔτυπτεϲ ἔτυπτε, τέτυφα τέτυφαϲ τέτυφε, ἔτυψα ἔτυψαϲ ἔτυψε, ἐτύφθην ἐτύφθηϲ ἐτύφθη, ἐβόων ἐβόαϲ ἐβόα, ἐπεποιήκειν ἐπεποιήκειϲ ἐπεποιήκει, ἐχρύϲουν
ἐχρύϲὸυϲ ἐχρούϲου, Ἵδρουν ἵδρουϲ ἵδρου. εἰ οὗν τὸ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουϲαν, δηλονότι καὶ τὸ ἐποίειϲ καὶ ἐποίει ἀναγκάζονται διὰ δύο φωνηέντων ἐκφέρεϲθαι κατὰ τὴν λήγουϲαν, ἵνα εὑρεθῶϲι τὰ ἴϲα φωνήεντα ἔχοντα κατὰ τὴν λήγουϲαν τῷ ἰδίῳ πρώτῳ πρωϲώπῳ, καὶ τούτου χάριν εἰϲ τὴν ει δίφθογγον ἐγένετο
ἡ κρᾶϲιϲ καὶ οὐκ εἰϲ τὸ η.
ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἰκάζω ᾔκαζον καὶ ἔμεινε τὸ ι προϲγεγραμμένον τῷ η καὶ ἐγένετο δεῖν, τούτου τὸ δεύτερον ἤῇδειϲ, τὸ τρίτον ᾔδει. ταῦτα Ἰωνικῶϲ διαλύεται ῇδεα καὶ ῇδεε καὶ Ἀττικῶϲ κιρνῶνται καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ ὥϲπερ Εὐριπίδηϲ ἐν Ἱππολύτῳ (405) τὸ δὲ ἔργον ᾔδη τὴν νόϲον τε δυϲκλεᾶ» καὶ ἤδη
ἐκεῖνοϲ οἶον ὡϲ παρὰ τῷ ποιητῇ « ὃϲ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐϲϲόμενα πρό τ’ ἐόντα» (Α 70). ἀλλ’ ἡ τοιαύτη κρᾶϲιϲ ἡ διὰ τοῦ η κατὰ τὸ πρῶτον πρόϲωπον τῆϲ νέαϲ Ἀτθίδοϲ ἐϲτὶν ἰδίωμα οἷον «ἐπεποιήκη ἐκεῖνοϲ ». ἐπειδὴ δὲ εὑρίϲκομεν παρὰ τῷ ποιητῇ χρήϲειϲ τοῦ τρίτου προϲώπου, λέγω δὴ ἤδη ἐκεῖνοϲ οἷον «ὃϲ ᾔδη τά τ’ ἐόντα τά τ’ ἐϲϲόμενα
πρό τ’ ἐόντα» καὶ πάλιν «νήπιοϲ οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺϲ μήδετο ἔργα» (B 38), ὄντοϲ δὲ τοῦ ποιητοῦ τῆϲ παλαιᾶϲ Ἀτθίδοϲ, λέγομεν, ὅτι Ἀριϲτάρχειόν ἐϲτι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίϲταρχοϲ εἰδὼϲ τοῦτο τὸ ἰδίωμα τῆϲ νέαϲ Ἀτθίδοϲ ὑπάρχον οὐκ ὤφειλεν ἐᾶϲαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆϲ παλαιᾶϲ Ἀτθίδοϲ.
Ἀχαρνεῦϲιν (10) «ὅτε δὴ ἐκεχήνη προϲδοκῶν τὸν Αἰϲχύλον » ὥϲπερ τείχεα τείχη. καὶ πάλιν τὸ ᾔδειν οἱ Ἵωνεϲ λέγουϲιν ᾔδεα κατὰ διάλυϲιν ὡϲ παρὰ Καλλιμάχῳ «ᾔδεα μᾶλλον ἔγωγε» ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶϲιν τοῦ ἕ καὶ α εἰϲ η ᾔδη· ὁμοίωϲ δὲ καὶ. τὸ «ἦν ἐγώ » ἀντὶ τοῦ ὑπῆρχον διαλύουϲιν οἱ Ἴωνεϲ εἰϲ ἔ καὶ α καὶ.
λέγουϲιν ἔα ὡϲ παρ’ Ὁμήρῳ κε ζὼϲ ἀμενηνὸϲ ἔα χαλκοῖο τυπῇϲι» (Ε 887) καὶ λοιπὸν οἱ Ἀθηναῖοι ϲυναιροῦϲι τὸ ἕ καὶ α εἰϲ η καὶ λέγουϲι χωρὶϲ τοῦ ν ἦ ἀντὶ τοῦ ὑπῆρχον ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Ὄρνιϲιν (97) «ἦ γὰρ ἐγὼ ὦ ξένοι ἄνθρωποϲ » καὶ παρὰ Πλάτωνι ἡ χρῆϲιϲ εὕρηται. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι τοῦτο, εἰ εὐλόγωϲ ἐν τῷ πρώτῳ
προϲώπῳ οἱ Ἀττικοὶ εἰϲ η ποιοῦϲι τὴν ϲυναίρεϲιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ἕ καὶ α ἔχει οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ε καὶ α εἰϲ η κιρνᾶται οἷον τείχεα τείχη, ἐν τῷ τρίτῳ προϲώπῳ τῆϲ ἐντελείαϲ διὰ τῶν δύο εε οὕϲηϲ, διατί εἰϲ η ἐποίηϲαν τὴν ϲυναίρεϲιν οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνοϲ καὶ μὴ εἰϲ τὴν ει δίφθογγον ὡϲ ἐπὶ τοῦ Πηλέεϲ Πηλεῖϲ; ἔϲτιν
οὖν εἰπεῖν, ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριϲτικῶν τὰ δεύτερα καὶ τρίτα πρόϲωπα τῶν ἑνικῶν τὰ ἴϲα φωνήεντα θέλουϲιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουϲαν, ἡνίκα ἰϲοϲυλλαβοῦϲιν αὐτῷ οἷον ἔτυπτον ἔτυπτεϲἔτυπτε, τέτυφα τέτυφαϲ τέτυφε, ἐποίουν ἐποίειϲ ἐποίει, ἐβόων ἐβόαϲ ἐβόα, ἐχρύϲουν ἐχρύϲουϲ ἐχρύϲου· εἰ οὖν τὸ πρῶτον τὸ «ἐκεχήνη ἐγώ » δι’ ἑνὸϲ φωνήεντοϲ ἐκφέρεται κατὰ τὴν λήγουϲαν, πῶϲ δύναται τὸ τρίτον τὸ ἐκεχήνη ἐκεῖνοϲ διὰ δύο φωνηέντων ἐκφέρεϲθαι κατὰ τὴν λήγουϲαν; ἀναγκαίωϲ οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίηϲαν εἰϲ η τὴν ϲυναίρεϲιν.
γένοϲ Διογένηϲ, φάοϲ παμφαήϲ; καὶ ἐπιλύονται λέγοντεϲ, ὅτι ἐν τούτοιϲ, φημὶ δὴ τοῖϲ παρὰ τὸ κλέοϲ ϲυνθέτοιϲ, δηλονότι κυρίοιϲ, καθαριεύουϲι τὰ φωνήεντα καὶ εἰκότωϲ ἔϲχον ϲυνῃρημένην εὐθεῖαν. τὰ γὰρ ἄλλα ὡϲ ἔχοντα ϲύμφωνον πρὸ τοῦ φωνήεντοϲ, οἷον ἀϲθενήϲ εὐγενήϲ, εἰκότωϲ ϲυναίρεϲιν παθεῖν οὐκ ἠδύναντο. εἰ δέ τιϲ ἀπορήϲει,
πῶϲ οὖν τὸ παμφαήϲ καὶ χρυϲοφαήϲ καθαρεύοντα οὐκ ἔχουϲι ϲυνῃρημένην εὐθεῖαν. λέγομεν ὡϲ μὴ ὄντα κύρια οὐ ϲυνῃρέθηϲαν, ἀμέλει καὶ ἐν τοῖϲ παρὰ τὸ κλέοϲ ϲυνθέτοιϲ τὰ κύρια μόνα ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ, ἐπεὶ τὰ ἐπίθετα οὐ ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν οἷον εὐκλεήϲ δυϲκλεήϲ.
Τύραννον ἀπέκτειναν καὶ Ὠρείταϲ ἠλευθέρωϲαν ». Ἀπολλόδωροϲ δὲ τετραϲυλλάβωϲ φηϲίν, οὐ διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ τοῦ ι Ὠρεΐταϲ «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸϲ αἱροῦϲιν πόλιν ». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιτηϲ παρ-
IΙ. Pr. (Ϲ 100: τὸ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν.
οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζηλείτηϲ καὶ Ϲαμαρείτηϲ· ταῦτα γὰρ ἀπὸ τῶν εἰϲ α καθαρὸν ληγόντων παρῆκται.
εὐϲεβέοϲ εὐϲεβοῦϲ· παρὰ δὲ τοῖϲ Δωριεῦϲι καὶ τοῖϲ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον οἷον Ἰδομενέοϲ Ἰδομενεῦϲ (N 424) «Ἰδομενεῦϲ δ’ οὐ λῆγε μένοϲ μέγα» ἀντὶ τοῦ Ἰδομενέωϲ οὐκ ἔληγεν ἡ δύναμιϲ. καὶ πάλιν Ὀδυϲϲέοϲ Ὀδυϲϲεῦϲ (ω 397) « Ὀδυϲϲεῦϲ δὲ λαβὼν κύϲε χεῖρ’ ἐπὶ καρπῷ» ἀντὶ τοῦ Ὀδυϲϲέωϲ τὴν χεῖρα ἐφίληϲε. καὶ.
πάλιν Ἐρέβεοϲ Ἐρέβευϲ » (Θ 868) «ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο». ϲπανίωϲ δὲ παρὰ τοῖϲ Ἀθηναίοιϲ εὑρίϲκεται τὸ ε καὶ τὸ ο εἰϲ τὴν ει δίφθογγον ϲυναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡϲ παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (91) Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα ». καὶ πάλιν δέον δεῖν « δεῖν τόδε γενέϲθαι» ἀντὶ τοῦ δέον τόδε
γενέϲθαι.
τείρει ἀκωκή. (Ν 251), ϲτήθεοϲ ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ ϲτήθεοϲ ἵει» (Γ 221), τείχεοϲ λεξάϲθων παρὰ τάφρον ὀρυκτὴν τείχεοϲ ἐκτόϲ (Ι 67), ἄχεοϲ « τὸν δ’ ἄχεοϲ νεφέλη ἐκάλυψε μέλαινα» (P 591). δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲε εἰϲ ουϲ ἐπὶ τῶν εἰϲ οϲ δηλονότι οὐδετέρων « χλωροὶ ὑπὸ δείουϲ » ( 4), ἀντὶ τοῦ ὑπὸ τοῦ δέουϲ καὶ [ἥ ρα
κατὰ ϲπείουϲ κέχυται» (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ ϲπέουϲ. τοῦτο δὲ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον (καὶ εἰ εἰϲ ευϲ γὰρ ἐποίηϲε ταύταϲ τὰϲ γενικάϲ, ἡ αὐτὴ μακρὰ εὑρίϲκετο), ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε· ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἐπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου
χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἅτινα ἐν πλεοναϲμῷ τοῦ ι γίνονται δείουϲ καὶ ϲπείουϲ.
Choer. Dict. 246, 7: τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ τινεϲ μὲν ἔδοξαν ἀπὸ ϲυναιρέϲεωϲ εἷναι οἷον ἐκ τοῦ θυγατριδεόϲ. ἀδελφιδεόϲ, τινὲϲ δὲ ἐκ τοῦ ἐναντίου δοξάζουϲιν, ὅτι κατὰ διάλυϲιν ἐγένοντο οἷον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου, λέγοντεϲ ὅτι οὐ δύναται τὸ ἀδελφιδοῦϲ
καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γενέϲθαι κατὰ κρᾶϲιν, ἐπειδὴ ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιροῦνται οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. πῶϲ οὖν τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ, εἰ ἐγένοντο ἀπὸ τοῦ ἀδελφιδὲόϲ καὶ θυγατριδὲόϲ, περιϲπῶνται καὶ οὐκ ὀξύνονται, ὤφειλον γὰρ ἀπὸ βαρείαϲ
καὶ ὀξείαϲ ϲυναιρεθέντα ὀξύνεϲθαι καὶ μὴ περιϲπᾶϲθαι. ἐϲτιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀδελφιδὲόϲ καὶ θυγατριδὲόϲ γεγόναϲι τὸ ἀδελφιδοῦϲ κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι τοὐνανπεῖν, ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γεγόναϲι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή,
ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἰϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ αδελφιδεόϲ καὶ θυγατριδεόϲ. πρὸϲ δὲ τοὺϲ λέγονταϲ, ὅτι εἰ ἐγένοντο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ,
ὤφειλον ὀξύνεϲθαι, λέγομεν ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπῶνται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφονται τὴν ὀξεῖαν τάϲιν καὶ ἢ βαρύνονται ἢ περιϲπῶνται. καὶ περιϲπῶνται μέν, ἡνίκα ὦϲιν ἁπλᾶ οἷον βοῦϲ νοῦϲ χροῦϲ χαλκοῦϲ οὖϲ διπλοῦϲ, τριπλοῦϲ ἁπλοῦϲ Ϲιμοῦϲ πλακοῦϲ χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ. ταῦτα γὰρ ὀξύνονται· βαρύνονται δέ, ἡνίκα
ὦϲι ϲύνθετα οἷον εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ· ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ καὶ ἀδελφιδοῦϲ ἁπλᾶ εἰϲιν, εὐλόγωϲ περιϲπῶνται.
Δημοϲθένουϲ, Πολυδεύκεα Πολυδεύκη, τείχεα τείχη, βέλεα βέλη, διατί τὸ χάλκεοϲ χαλκοῦϲ καὶ χρύϲεοϲ χρυϲοῦϲ καὶ ἀργύρεοϲ ἀργυροῦϲ, ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν ϲυναιρεθέντα οὐ ϲυνῃρέθηϲαν εἰϲ ὀξεῖαν καὶ βαρεῖαν, ἀλλ’ εἰϲ περιϲπωμένην. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρὸϲ τὸν χαρακτῆρα περιεϲπάϲθηϲαν. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἁπλᾶ περιϲπῶνται.
69 70
παρ’ ἡμῖν. πρόϲκειται «παρ’ ἡμῖν», ἐπειδὴ παρὰ τοῖϲ Δωριεῦϲι καὶ Ἴωϲιν εἰϲ τὴν ευ δίφθογγον κιρνᾶται οἶον ἐποίεον ἐποίευν.
εἰϲ ουϲ οἶον ὄφιϲ ὄφεοϲ, μάντιϲ μάντεοϲ, οὐδὲ γὰρ γίνονται ὄρουϲ καὶ μάντουϲ ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰϲ ουϲ λήγουϲα γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον Δημοϲθένηϲ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδηϲ Διομήδεοϲ Διομήδουϲ, τεῖχοϲ τείχεοϲ τείχουϲ, βέλοϲ βέλεοϲ βέλουϲ. ἐπειδὴ οὖν τὰ
εἰϲ ιϲ διὰ τοῦ εοϲ κλινόμενα κλίνονται διὰ τοῦ ε καὶ ω Ἀττικῶϲ οἷον ὄφεωϲ μάντεωϲ, τούτου χάριν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι κατὰ τὴν γενικὴν καὶ γενέϲθαι εἰϲ ουϲ. ἄλλωϲ τε δὲ οὐδ’ ἐϲτὶ γνήϲιον ἐπὶ τούτων τὸ ε τῆϲ κλίϲεωϲ· ὄριοϲ γὰρ ἦν καὶ μάντιοϲ καὶ Ἀττικῶϲ γέγονεν ὄφεωϲ μάντεωϲ καὶ κατὰ ϲυϲτολὴν ὄφεοϲ καὶ μάντεοϲ διὰ τοῦ ο.
Mon. 6, 9: τὸ θεόϲ ἐκ ϲυναλοιφῆϲ ἐϲτι ποιητικόν.
Arcad. 200, 1: εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον Δωρικῶϲ.
Ἡρωδιανόϲ, ὅτι ἐκ τοῦ ὅτε πλεοναϲμῷ τοῦ ε καὶ κράϲει Δωρικῇ τοῦ εο εἰϲ τὴν ευ γίνεται εὖτε.
εἰϲ η ποιῇ περιϲπωμένωϲ· τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐδέποτέ τοῦ ι μέϲου ὄντοϲ ϲυναίρεϲιϲ γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν «τῶ ἐμῷ» πρῶτον ἀποβάλλεται τὸ ι τοῦ τῷ ἄρθρου καὶ οὕτω γίνεται ἡ κρᾶϲιϲ· καὶ γὰρ τὠμῷ ἐϲτίν. ἔϲτι δὲ καὶ ἐκ τοῦ ἐντελοῦϲ τοῦ τρίτου προϲώπου κινῆϲαι, φημὶ δὲ τὸ ποιῇ· ἔϲτι γὰρ τὸ ἐντελὲϲ τρίτου προϲώπου
ποιέεται καὶ κατὰ ἀποβολὴν τοῦ τ γίνεται ποιέεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ τὴν ῃ γίνεται ποιέῃ ὡϲ τύπτεαι τύπτῃ καὶ κατὰ κρᾶϲιν τοῦ ἑ καὶ τῆϲ ῃ διφθόγγου τῆϲ διὰ τοῦ η καὶ ι εἰϲ τὴν ῃ δίφθογγον ποιῇ.
E. M. 392, 15: εὔκλεια. ὡϲ εὐγενήϲ εὐγένεια, οὕτωϲ εὐκλεήϲ εὐκλέεια καὶ ἐνδεήϲ ἐνδέεια καὶ κράϲει εὔκλεια καὶ ἔνδεια. κρᾶϲιϲ γὰρ ἐπιφερομένου φωνήεντοϲ καὶ οὐ ϲυμφώνου· ὅπου γὰρ φωνῆέν ἐϲτι, καὶ κρᾶϲιϲ, ὅπου δὲ ϲύμφωνον, ϲυγκοπή. Ἡρωδιανὸϲ περὶ παθῶν.
Choer. 180, 23: Ἡρακλῆϲ Ἡρακλέουϲ Ἡρακλοῦϲ. ἰϲτέον, ὅτι ἡ Ἡρακλοῦϲ γενικὴ οὐχ εὑρίϲκεται ἐν χρήϲει.
γέγονε δεινόϲ ὡϲ κλέοϲ κλεεινόϲ καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ τῆϲ ει δεινόϲ.
Πάριδε Παρίδοιν. εἰ δὲ ϲυναλοιφὴ παρακολουθήϲῃ, καὶ αὗται περιϲπῶνται, ϲκελέοιν ϲκελοῖν, Δημοϲθενέοιν Δημοϲθενοῖν.
γὰρ αὐτὸ ϲὺν τῷ ι. ἀλλ’ ἀπὸ τοῦ κλέοϲ κλείζω καὶ κληίζω καὶ κλῄζω ὡϲ χρέοϲ χρείζω χρηίζω καὶ χρήζω. τὸ δὲ κληδών οὐκ ἔχει τὸ ι, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κληΐζω, ἀλλὰ ἀπὸ τοῦ κλῶ τοῦ ϲημαίνοντοϲ τὸ καλῶ γέγονε κλήϲω καὶ κληδών. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.
Arcad. 96, 3: τὰ εἰϲ ϲα ὑπερδιϲύλλαβα παρεϲχηματιϲμένα προπαροξύνεται, εἰ μὴ κατὰ ϲυναλοιφὴν εἴη ἢ ἀπὸ ὀξυτόνων εἰϲ ηϲ, δαφνήεϲϲα, φωνήεϲϲα. τὸ δὲ τεχνῆϲϲα ἀπὸ τοῦ τεχνήεϲϲα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰϲ ηϲ· χερνήϲ χερνῆϲϲα, Κρήϲ Κρητόϲ Κρῆϲϲα, θήϲ θῆϲϲα.
Dichr. 285, 15: τὸ Θρήικοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν· λέγεται γὰρ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ.
χρυϲέῃϲιν ἐθείρῃϲιν (ll. H 42) οὕτωϲ κεκλιμένον. ὡϲεὶ καὶ ἀπὸ τοῦ παντοπώληϲ παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέταϲ γὰρ εὺρέθη κατὰ τροπὴν τοῦ η εἰϲ τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίϲιϲ καὶ ἡ βαρεῖα τάϲιϲ· τινὲϲ μέντοι ἐτόλμηϲαν ὡϲ τὸ «τιμῆϲ ἔϲεται» (Il. l 605), οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν
αἰτιατικὴν «καὶ χρυϲὸν τιμῆντα » (ΙΙ. Ϲ 475), ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐπέταϲ` πάθοϲ· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν τῷ Ἀλριϲτάρχῳ.
ἀπὸ γὰρ τοῦ μὴ καὶ οὖν ϲύγκειται δωρικώτερον τραπείϲηϲ τῆϲ ου διφθόγγου εἰϲ τὸ ω.
«καὶ ἀγκύλα τόξ’ ἁφόωντα » (Z 322). ἐκ δὲ τοῦ ἁφή γίνεται ἁφῶ ἁφάϲϲω ὡϲ αἱμῶ αἱμάϲϲω.
ἴρηξ ὠκυπέτηϲ » (Ν 62), ἡνίκα δὲ ἐν διφθόγγῳ ἐϲτί, τότε ἡ ει δίφθογγοϲ ἐπικρατεῖ οἷον ὑγίεια ὑγεία.
99) καὶ γὰρ πόλιϲ λέγουϲι καὶ πόλἵν καὶ μάντιϲ καὶ μάντἴν.
δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ· ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ τρίεϲ διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δηλονότι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ.
ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου.
E. M. 271, 3: Δίαϲ· ὡϲ ἀπὸ τοῦ δράκων δράκοντοϲ δρακοντίαϲ. οὕτω καὶ ἀπὸ τοῦ Διόϲ γίνεται Διίαϲ καὶ κράϲει Δίαϲ.
κράϲει τῶν δύο ιι εἰϲ ι μακρὸν Δίφιλοϲ.
κρᾶϲιν τῶν δύο ιι εἰϲ ἕν μακρόν· ἔϲτιν εὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέϲθαι ἡ Διΐ δοτικὴ κατὰ κρᾶϲιν τῶν δύο ιι Δῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοϲυλλάβων ἐκφωνεῖ τὸ ι.
ἱϲτορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ
Eust. 1896, 5 coll. Choer. 394, 25: εὐθεῖα ἑνικὴ καθ’ Ἡρωδιανὸν ὄαϲ ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὦϲ ἃ δὴ μόνα ἐν τοῖϲ οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ τ κλίνεται. τὸ δὲ φόαϲ γίνεται καθ’ ὑπερβιβαϲμὸν ἐκ τοῦ φάοϲ.
λόγοϲ ἀληθήϲ ἐϲτιν, ὅτι εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται οἱ ταχεῖϲ —τοὺϲ ταχεῖϲ. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ κατὰ τὴν εὐθεῖαν περιϲπῶνται, κατεχόμεναι τῷ λόγῳ
τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ.
Choer. 242, 16 coll. p. 861: ἐν τῷ βόαϲ βοῦϲ τὸ ο καὶ τὸ α εἰϲ. τὴν ου δίφθογγον ϲυναιρεῖται ὡϲ ἐν Κόλαξιν Εὐπόλιδοϲ «θὲϲ νῦν ἀγροὺϲ καὶ πρόβατα καὶ βοῦϲ» (Mein. p. 189 ed. min.) καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ ἀρχῇ τῆϲ Λέϲχηϲ.
Choer. 395, 22: τὸ « πεδία λωτεῦντα» (Μ 285) ἐὰν ἀπὸ τοῦ λωτόεντα εἴπωμεν λωτοῦντα ἤμελλεν εἶναι διὰ τῆϲ ου διφθόγγου· τὸ γὰρ ο καὶ ἑ οὐδέποτε εἰϲ τὴν ευ δίφθογγον κίρναται, ἀλλ’ εἰϲ τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέϲτη προὔϲτη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβαϲμὸν τοῦ ε γέγονε λωτέοντα καὶ κατὰ
κρᾶϲιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰϲ τὴν ευ δίφθογγον λωτεῦντα, ὤϲπερ Ἐρέβεοϲ Ἐρέβευϲ «ἐξ Ἐρέβευϲ ἄξοντα κύνα ϲτυγεροῦ Ἀΐδαο » (Θ 368).
δίφθογγον γίνεται βοῦϲ ὥϲπερ οἱ κρείττονεϲ καὶ οἱ ἀρείονεϲ καὶ οἱ βελτίονεϲ οἷον κρείττονεϲ κρείττοεϲ καὶ κρείττουϲ, ἀρείονεϲ ἀρείοεϲ ἀρείουϲ, βελτίονεϲ βελτίοεϲ βελτίουϲ. ἰϲτέον δὲ ὅτι ϲπανία ἐϲτὶν ἡ χρῆϲιϲ τῆϲ βοῦϲ εὐθείαϲ τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόεϲ εὕρηνται. Choer. 241, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, διατί, ὥϲπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν
γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ ου δίφθογγον οἷον βόεϲ βοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ο καὶ ἑ εἰϲ τὴν ου δίφθογγον οἷον βόε θοῦ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰϲ υ
καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον, τὸ γὰρ υ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.
« ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον » (δ 252).
δεύτερον δὲ πᾶϲα γενικὴ ἀρϲενικὴ εἰϲ ουϲ λήγουϲα θέλει ἔχειν τὴν αἰτιατικὴν εἰϲ η καταλήγουϲαν οἷον τοῦ Δημοϲθένουϲ τὸν Δημοϲθένη, τοῦ εὐϲεβοῦϲ τὸν εὐϲεβῆ, τοῦ εὐγενοῦϲ τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰϲ η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆϲ αἰτιατικῆϲ μὴ καταληγούϲηϲ εἰϲ η οὐδὲ ἡ γενικὴ δύναται εἷναι εἰϲ ουϲ. διὰ τοῦτο
οὖν οὐ ϲυναιρεῖται.
καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο οο εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τῶν ἄλλων μὴ ἐχόντων οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω ῥέειϲ, νόοϲ νοέω νοέειϲ, θρόοϲ θροῶ θροεῖϲ. ἐπειδὴ γοῦν τὸ γόοϲ ἔχει ῥῆμα
τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ ἄλλοιϲ· ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται οἷον Πάννθοοϲ Πάνθουϲ.
Λητοῦϲ κατὰ ϲυναίρεϲιν· ἰϲτέον δὲ ὅτι τῇ μὲν διὰ τοῦ δῦϲ γενικῇ κέχρηνται οἱ Ἴωνεϲ οἷον τῆϲ Ϲαπφόοϲ τῆϲ Λητόοϲ, τῇ δὲ εἰϲ ουϲ οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτοϲ οἷον Ϲαπφοῦϲ Λητοῦϲ.
Κῶϲ Κόοϲ. λέγεται καὶ κατὰ ϲυναίρεϲιν Ἄθουϲ.
ὄπαζεν» (Ιl. 493), «ποταμῷ πλήθοντι ἐοικὼϲ χειμάρρῳ» (Ιl. Θ 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶϲ ἀποφαίνεται ῥόοϲ «ὤθει δ’ ἐν ϲακέϊ πίπτων ῥόοϲ» (Ιl. Φ 240).
ϲυνηλεῖφθαι· οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου.
μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον, ἀλλὰ ωνῆεν οἷον μυῖα ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ οὐκ ἀπεβλήθη,
ἵνα μὴ γένηται ὑπόνοιά τιϲ, ὅτι τὸ ο καὶ ε εἰϲ τὴν ο δίφθογγον κίρνανται τὸ γὰρ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον κίρναται οἷον τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὖϲτι, προέβη προὔβη. ἐξ ἀναγκῆϲ οὖν ἀπεβλήθη τὸ ι καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ.
ι, οὐδέποτε δὲ ἐν μιᾷ ϲυλλαβῇ τρία φωνήεντα εὑρίϲκονται, ἀνάγκην ἔχει ἕν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. καὶ τὸ μὲν ι οὐ δύναται ἀποβληθῆναι, ἐπεὶ τὰ εἰϲ ω λήγοντα ῥήματα θέλουϲιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι οἷον τύπτω τύπτειϲ τύπτει, βοῶ βοάϲ βο τὸ δὲ ο οὐκ ἠδύνατο ἀποβληθῆναι,
ἐπειδὴ ἤμελλεν εἶναι μετὰ τὴν υι δίφθογγον ἐπιφερόμενον ϲύμφωνον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. — μὴ δυνάμενον οὖν μήτε τὸ ι ἀποβάλλειν διὰ τὸ ἔχειν τὸ πρῶτον πρόϲωπον εἰϲ ω καταλῆγον, μήτε τὸ ο διὰ τὸ μηδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίϲκεϲθαι ϲύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκηϲ ἀπέβαλε τὸ ε τοῦ χρυϲόειϲ ἐντελοῦϲ καὶ
ἔμεινεν ἡ οι δίφθογγοϲ καὶ ἐγένετο χρυϲοῖϲ.
οἶον ἐὰν ποιῶ ἐὰν ποιῇϲ ἐὰν ποιῇ ὥϲπερ ἐὰν τύπτω ἐὰν τύπτῃϲ ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆϲ δευτέραϲ καὶ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων 95 96 οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον διὰ τοῦ η καὶ. ι, ἀλλ’ ὁμοφωνοῦϲι τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ οἷον βοῶ βοάϲ βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾶϲ ἐὰν βοᾶ, χρυϲῶ χρυϲοῖϲ χρυϲοῖ, ἐὰν χρυϲῶ ἐὰν χρυϲοῖϲ ἐὰν χρυϲοῖ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένετο τὰ ὑποτακτικὰ
τῶν τριῶν ϲυζυγιῶν τῶν περιϲπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον διὰ τοῦ η καὶ ι ὁμοίωϲ τοῖϲ βαρυτόνοιϲ οἷον ἐὰν ποιῶ ἐὰν ποιῇϲ ἐὰν ποι, ἐὰν βοῶ ἐὰν βοῇϲ ἐὰν βοῇ, ἐὰν χρυϲῶ ἐὰν χρυϲῇϲ ἐὰν χρυϲῇ ὥϲπερ ἐὰν τύπτω ἐὰν τύπτῃϲ ἐὰν τύπτῃ, ϲύγχυϲιϲ ἤμελλεν εἷναι καὶ οὐδεμία διάκριϲιϲ τῶν ϲυζυγιῶν ἐν τοῖϲ ὑποτακτικοῖϲ.
τῷ «κνημῖδαϲ ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων » (Od. ω 229). ϲχόλιον· ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπ καί φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ οὖν ἐφ’ ἑκατέρων ὁ τόνοϲ· εἰ γὰρ τοῖϲ ἐνταῦθα εἰρημένοιϲ πειϲθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοιϲ, τοῦτο πάλιν ἀντίκειται.
(Od. ϲ 237 ἡ οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο καὶ τὸ λαόϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο ὁμοίωϲ τῷ ἀγρόμενοι πᾶϲ δῆμοϲ» (ΙΙ. 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον.
Arcad. 196, 17: πᾶν δίχρονον ἐκ κράϲεωϲ ὂν ἐκτείνεται, οἱ νέκυϲ, οἱ βότρυϲ, ῥῦϲθαι.
καὶ πληθυντικῶϲ. οὐκ ἀήθηϲ δὲ ἡ τοιαύτη ϲυναλοιφή, εἴγε καὶ τὸ ἐρύεϲθαι ῥῦϲθαι ἔφη «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε
ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (Μ 286) καὶ εἴρυτο (Δ 138).
(II. Φ 80) καὶ τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα » (δ 703 et υ 92), ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐκ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε » (0 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο.
προπεριϲπῶνται. ταύταϲ δὲ κατὰ ϲυναίρεϲιν Ἀττικοὶ προφέρονται μο-
«εἰϲ τὴν νηϲῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Ϲαλαμῖνοϲ κειμένην καὶ. τῆϲ ἠπείρου » (8, 76). Ἡρωδιανὸϲ μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι ὡϲ Ἀγάμμεια Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ’ οὖ κατὰ ϲυναλοιφὴν ἐγένετο ὡϲ Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη.
ἐπεὶ κἀκεῖνοϲ κατὰ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν· εἰ γὰρ ἠγνόει
Ἡρωδιανὸν οὕτωϲ· ὡϲείτε καὶ ὡϲείπερ καὶ ἀποβολῇ τοῦ ϲ καὶ κράϲει τοῦ ω καὶ ἕ εἰϲ τὴν ῳ δίφθογγον διὰ τὴν τοῦ ι ϲυναίρεϲιν ὥτε καὶ ᾤπερ.
ἀλλὰ μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ « ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέ-
ἵνα κρᾶϲιϲ ᾖ τοῦ ἔθελε τριϲυλλάβου γενομένου, ὡϲ καὶ ϲύνηθέϲ ἐϲτι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων.
ἵνα κρᾶϲιϲ γένηται ὁμοίωϲ τῷ «μήτε ϲὺ Πηλείδήθελε». ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶϲα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡϲ εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶϲ ἀποβεβλῆϲθαι τὸ ε, ὥϲτε ἐπὶ τὴν φᾶ ϲυλλαβὴν θετέον τὴν προϲῳδίαν, καί ἐϲτιν ὅμοιον τῷ ἐν Ὀδυϲϲείᾳ Τηλεμάχῳ ὁδὸϲ ἧδε· φάμεν δέ οἱ οὐ τελέεϲθαι» (Od. 347)
τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Ιl. Z 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ’ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ’ ἀνάειρε ἢ ἐγώ ϲε» (II. ψ 724), καὶ τῷ « τάχα δή με διαρραίϲουϲι. καὶ αὐτόν (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ’ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ
τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν.
ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὁδυϲϲείᾳ (γ 255) ἀναγινώϲκει « ἤτοι μὲν τόδε κ’ αὐτὸϲ ὀΐεαι ». ὅϲοι δὲ τὸν καί κατὰ κρᾶϲιν καὶ ἔκθλιψιν, καὶ αὐτόϲ —καύτόϲ, ἐγκλίνουϲι τὸν δέ.
106 107
οἱ ἄλλοι· αἱ τοιαῦται δὲ ϲυναλοιφαὶ τῆϲ δευτέραϲ εἰϲὶν Ἰάδοϲ, ἡ Ὅμηροϲ οὐκ ἐχρήϲατο. διόπερ Ζηνοδότῳ μέμφονται εἰπόντι δεῖν ἀναγινώϲκειν «ὦλλοι μέν ῥα θεοί τε καὶ ἀνέρεϲ» (Β 1).
παραφυλάξαι ἔχομεν, ὡϲ ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶϲιϲ εἶναι· εἰ γὰρ καὶ κρᾶϲιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰϲ τὸ ω, ὁμοίωϲ τῷ οἴχετ’ ἀνὴρ ὤριϲτοϲ » (288).
ἐϲτιν ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.
II. Pr. Α 464: μῆρ’ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ· δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα» (40) τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω
δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι.
(μ 313), πρῶτον μὲν εἴϲεται, ὡϲ οὐχ ὑγιῶϲ τοῦτο παραλήψεται, οὗ πίϲτιν ὀφείλει ἐξ ἄλλων πτώϲεων παραθέϲθαι. προείπομεν δέ, ὅτι κατὰ χρῆϲιν τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόϲταϲιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα.
II. Pr. Δ 27: ἱδρῶτ’: αἰτιατική ἐϲτι κατ’ ἔκθλιψιν εἰλημμένη, ἔνθεν προπεριϲπῶμεν. ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίωϲ τῷ εὐρώϲ. — δύ.ναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρεϲ, ἐπεὶ ϲύνηθεϲ αὐτῷ οὕτωϲ τὴν αἰτιατικὴν προφέρεϲθαι «ἱδρῶ ἀπεψύχοντο » (l. 621).
II. Pr. Θ 233: Τρώων ἀνθ’ ἑκατόν: ἐπὶ τὴν ἀνθ’ ϲυλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρεϲ ᾖ ἄντα. οὕτωϲ δὲ ἀξιοῖ Δημήτριοϲ ὁ γονύπεϲοϲ· καὶ ἐμοὶ δὲ οὕτωϲ ἀρέϲκει τὸ τῆϲ διανοίαϲ· ἄντικρυϲ γὰρ Τρώων ἑκατὸν καὶ διηκοϲίων εἰϲ ἕκαϲτοϲ ϲτήϲεϲθαί φηϲιν. οὐ γὰρ κωλύεται η τοῦ ἄντα ϲύνταξιϲ, εἴγε ἐπὶ γενικὴν φέρεται.
ὁξεῖαν ποιοῦντεϲ: « ὡϲ δ’ ὅταν ὠδίνουϲαν » (II. Λ 209).
εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει ὑμεῖϲ ἤ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ’ ἠθέλετον» (l. Λ 782) ἐνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ἕ ἐν τῷ «εἰ μή ϲφω Αἴαντε διέκρινον» (II. P 531), ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ.
II. Pr. Z 465: πρίν γ’ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ. οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχα. ἔϲτιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίωϲ τῷ ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ (II. X 11),
καὶ «μήτι φόβον δ’ ἀγόρευε » (II. Ε 252), καὶ «μή τί μευ ἠΰτε παιδόϲ (II. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι.
διεῖλον «ἐῢ κληῖϲ’ ἀραρυῖα », οἷϲ ϲυγκατατίθεται καὶ ὁ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ, λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτιν, ὡϲ ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ «κερκίδ’ ὕφαινε» ( Od. ε 62), «χέρϲ’ ἐρέται
(Od. ν 115), καὶ «νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν » (II. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ιϲ ἐκτεταμένων θηλυκῶν.
το βουλομένουϲ εἶναι « διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι ϲυλλαβὴν ὀξύνονταϲ.
τῆϲ Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ διχθάδι’ ἢ μεθ’ ὅμιλον ». καὶ λέγει, ὅτι ϲυναλοιφὴν πέπονθε διὰ τοῦ η· δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃϲ ἐνθάδε, εἶτα ἐτράφη ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ, ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ καὶ προπαροξύνοντεϲ.
ἁλόϲ οἷον ἀπὸ θαλάϲϲηϲ ὡϲ τὸ «ἐπιϲϲεύῃ μέγα δαίμων ἐξ ἁλόϲ » (Od. ε 421). ἀλλ’ εἴγε καὶ ἐν παραθέϲει, ἡ ἐξ δύναται τὸ ἔξω δηλοῦν ὡϲ τὸ ἔκ τ’ ἀνδροκταϲίηϲ» (Λ 164). ὁ μέντοι Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ ἔξω ἡυεῖται. ἵν’ ᾖ ἔκθλιψιϲ τοῦ ω ὡϲ ἐν τῷ «βαθέηϲ ἐξάλλεται αὐλῆϲ (Ε 142). οὐκ ἀναγκαῖον δὲ τῆϲ ἐξ ἤδη τὸ ἔξω ϲημαινούϲηϲ.
καὶ Ἀρίϲταρχοϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ. Κράτηϲ μέντοι γενικὴν πτῶϲιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίωϲ τῷ οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι.
καθὼϲ Ἡρωδιανῷ δοκεῖ.
ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ υ καὶ τὸ ι ὥϲπερ ἐν τῷ «χρυϲέῳ ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται οἶον χρυϲῷ.
Choer. Dict.134, 21: τὸ παρὰ τῷ Καλλιμάχῳ δημεχθέα Χείλωνα κακόκνημόν τε Κόμητα» μετρεῖται κατὰ ϲυνίζηϲιν τουτέϲτι τοῦ ἕ καὶ α εἰϲ μίαν ϲυλλαβήν.
πιέζω καὶ Ἀττικοὶ καὶ Αἰολεῖϲ «χειρὶ δ’ ἔχων ἐπίεζε βραχίονα» (Π 516). Δωριεῖϲ πιάζω ἀναλογώτερον.
Mon. 39, 12: κνέφαλλον ϲύνηθεϲ Ἀττικοῖϲ τὴν τύλην καλεῖν ὁμωνύμωϲ τῷ περιεχομένῳ τὴν περιέχουϲαν. Ἀριϲτοφάνηϲ Ἀμφιάρεῳ
τὰϲ ἐϲθῆταϲ ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰϲ ἐϲθῆταϲ χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ
ἑϲπερόθεν, εἰ μὴ ἄρα παρὰ τὸ ἕϲπεροϲ. Ἱϲτίαια Ἱϲτιαιόθεν.
καὶ Αἰγινήτηϲ κατὰ τροπὴν ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ πρώτῃ
δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ’ ἐκ τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η. ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε.
τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρϲη ἐϲτί «μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ θῆλυϲ ἑέρϲη» (Od. ε 467), τὰ δὲ εἰϲ η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτωϲ εἰ ἑέρϲη, ἑέρϲαι· ἠλιθίωϲ πάνυ. οὐ γὰρ ἐνόηϲεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ ᾱ εἰϲ η πρὸ τέλουϲ ἔϲχε τὸν τόνον, ὁμοίωϲ τῷ ἄελλα ἀέλλη, οὕτωϲ
ἕερϲα καὶ ἑέρϲη. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέϲεωϲ ἔχεται, ἀπολήψεται τοῦ ἕερϲα προπαροξυνομένου τὸν τόνον.
Παυϲανίαϲ, παραλόγωϲ· ἀπὸ γὰρ γενικῆϲ καθαρευούϲηϲ τὸ η ἔχει πρὸ τέλουϲ, ὀφεῖλον τὸ ἁ ὡϲ Ὀλβιανόϲ Καρδιανόϲ.
ὑπὸ τῆϲ εὐδαιμονίαϲ τῆϲ χώραϲ ἐπηρμένουϲ· τοῦ ᾱ εἰϲ τὸ ῑ τραπέντοϲ.
ὤμορξα ὠμορξάμην καὶ «ἀπομόρξατο» (ρ 304).
13: ὀτρηρόϲ. Φιλόξενοϲ παρὰ τὸ τρῶ τὸ φοβοῦμαι ῥηματικὸν ὄνομα τρεερόϲ ὡϲ τήκω τακερόϲ, ϲφάλλω ϲφαλερόϲ καὶ ϲυναλοιφῇ τῶν δύο
εε εἰϲ η τρηρόϲ· καὶ μετὰ τοῦ ϲτερητικοῦ ᾱ ἀτρηρόϲ καὶ τροπῇ τοῦ ᾱ
τρίτον πέπαϲχε καὶ κατὰ τροπὴν τοῦ ᾱ πέποϲχεν. ἐν Ἁρπαγαῖϲ Ἐπιχάρμου «ἁ δὲ Ϲικελία πέποϲχε».
βάθοϲ βύθοϲ.
Ep. Cr. I 430, 7: φωριαμόϲ παρὰ τὸ φώρ, ὃ ϲημαίνει τὸν κλέπτην, ἐπεὶ πρὸϲ φυλακὴν τούτων κατεϲκεύαϲται· ἢ παρὰ τὸ φάρη φυλάϲϲειν, ὃ καὶ βέλτιον, ἀντιθέϲει τοῦ ᾱ εἰϲ ω ὡϲ ἐν τῷ θᾶκοϲ θῶκοϲ, κράζω κρώζω καὶ παρὰ τὴν ἀκὴν τὸ ἀκόλουθον ἀκύϲ καὶ ἀντιθέϲει ὠκύϲ καὶ τέκμαρ τέκμωρ. εἴτε οὖν παρὰ τοὺϲ φῶραϲ εἴτε παρὰ τὸ φᾶροϲ
τὸ ἀκόλουθον φωραμόϲ καὶ κατὰ πλεοναϲμὸγ τοῦ ῑ φωριαμόϲ.
Eustath. 365, 27: οἱ Βοιωτοὶ τὴν ὅλην ᾱῑ δίφθογγον εἰϲ η καταμόναϲ μεταβάλλουϲι, ὥϲ που καὶ Χοιροβοϲκὸϲ παραϲημειοῦται, ἐν οἷϲ ἐξηγεῖται τὸν Ἡρωδιανον λέγων καὶ ὅτι τὰϲ θηλυκὰϲ πληθυντικὰϲ εὐθείαϲ τῶν παθητικῶν ἐνεϲτώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί φαϲιν.
διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω. — ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ, ἢ εἶπερ βαρυνόμενα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω, καὶ παῤ Αἰολεῦϲιν ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀδικήω, ποθήω, τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
διὰ τοῦ η «οἰ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» (B 716). ἐκλήθη ἀπὸ τοῦ μέθυ πολύοινοϲ γάρ ἐϲτι.
St. B. 403, 3: τῆϲ Κέω τὸ ἐθνικὸν Κέοϲ καὶ ἐκτάϲει Κήϊοϲ ὡϲ τῆϲ Τέω Τέϊοϲ καὶ Τήϊοϲ καὶ Κεῖοϲ διὰ διφθόγγου.
θήλειαν — ἢ παρὰ τὸ ἔρδω τὸ πράττω. ὁ μέλλων ἔρϲω καὶ ἄρϲην ἐξ αὐτοῦ, ὁ πρακτικόϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ γάμου καὶ ϲυμβιώϲεωϲ.
φηϲιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰϲ η ἢ παρὰ τὸ ἥδω ἦδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆϲ ἡδονῆϲ καὶ τὸ τῆϲ ἐπιθυμίαϲ.
τὴν ἰδίαν ἑκάϲτου ἐμφαῖνον ὁμοιότητα.
E. M. 758, 20: τιθήμενοϲ «ἀμφ’ ὤμοιϲι τιθήμενον ἔντεα καλά» (Κ 34) ὁμοίωϲ τῷ κιχήμενοϲ καὶ ἀήμενοϲ· ἤτοι ποιητικῶϲἔκταϲιϲ ἢ διαλέκτῳ ἀναπέμπεται. περὶ παθῶν.
κατ’ ἔκταϲιν γὰρ Ἀττικὴν τοῦ ε εἰϲ τὸ η γέγονε· τὸ δὲ ἤθελον οὐ γέγονε κατ’ ἔκταϲιν, ἀλλὰ β΄ ἐνεϲτῶτέϲ εἰϲιν, ὁ θέλω καὶ ὁ ἐθέλω. γίνεται τὸ ἔθελον διὰ τοῦ ε ὥϲπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω διὰ τοῦ η ὥϲπερ ἐλέγχω ἤλεγχον.
οἱ Ἀττικοὶ ἴϲθι κατὰ τροπὴν ὥϲπερ τὸ ἔχω ἴϲχω «ἴϲχε τέκοϲ, μὴ πῖθι». πολλάκιϲ γὰρ πλεονάζοντοϲ ϲυμφώνου τρέπεται τὸ ε εἰϲ ῑ ὥϲπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω.
τοῦ ε εἰϲ ο ἀολλήϲ· οὐκ ἀπῳδὸν δὲ τῷ ϲημαινομένῳ τοῦ ἀελλήϲ τὸ ἀολλήϲ. καὶ γὰρ ἐνταῦθα ἡ ἄθροιϲιϲ καὶ ϲυϲτροφή. οὕτωϲ Ἡρωδιανόϲ.
τρέπεται εἰϲ ῑ, ἐνέπω ἐνίπτω· «μή με, γύναι, χαλεποῖϲιν ὀνείδεϲι θυμὸν ἔνιπτε» (Γ 438). — «εἰ μέν τιϲ τὸν ὄνειρον Ἀχαιῶν ἄλλοϲ ἔνιϲπεν» ἀντὶ τοῦ εἶπεν ἢ ἔλεγεν Ἰλιάδοϲ Β (80) ἀπὸ τοῦ ἐνέπω καὶ πλεοναϲμῷ καὶ τροπῇ, ἐξ οὗ καὶ ῥῆμα περιϲπώμενον ἐνιϲπῶ ἐνιϲπήϲω, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἤνιϲπον καὶ κατὰ ϲυϲτολὴν ἔνιϲπον.
ὡϲ δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων.
Eustath. 110, 38: μονῆρεϲ ἐν τοῖϲ θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ποτὲ διὰ τῆϲ εῑ διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ᾧ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν «ἐπ᾿ ἀριϲτερὰ χηρὸϲ ἔχων».
E. Or. 124, 27 : οἶδα: εἴδω ἐϲτὶ ῥῆμα βαρύτονον καὶ περιϲπώμενον δηλοῦν τὸ ἐπίϲταμαι· τοῦ εἴδῶ παρακείμενοϲ εἶδα καὶ τροπῇ τοῦ ε εἰϲ ο οἶδα κατ᾿ Αἰολεῖϲ. οὕτωϲ Ἡρωδιανόϲ.
τοῖϲ Ἀθηναίοιϲ οἷον λέγω λέξω λέλεχα κοινῶϲ καὶ λέλοχα Ἀττικῶϲ, πλέκω πλέξω πέπλεξα κοινῶϲ καὶ πέπλοχα Ἀττικῶϲ, ϲτέφω ϲτέψω ἔϲτεφα κοινῶϲ καὶ ἔϲτοφα Ἀττικῶϲ, πέμπω πέμψω πέπεμφα κοινῶϲ καὶ πέπομφα Ἀττικῶϲ, ϲτρέφω ϲτρέψω ἔϲτρεφα κοινῶϲ καὶ ἔϲτροφα Ἀττικῶϲ, βρέχώ βρέξω βέβρεχα βέβρεχα κοινῶϲ καὶ βέβροχα Ἀττικῶϲ. πρόϲκειται
διϲύλλαβα διὰ τὸ ἐλέγχω ἐλέγξω ἤλεγχα.
τῇ καθόλου.
Eustath. 287, 20: ϲημείωϲαι, ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων
St. B. 329, 6: Ἰθώμη. τὸ ἐθνικὸν Ἰθωμαῖοϲ καὶ Ἰθωμαία καὶ Ἰθωμήτηϲ διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάταϲ, ἀφ᾿ οὗ ὁ πολίτηϲ Ἰθωμάταϲ καὶ Ζεὺϲ Ἰθωμάταϲ.
Μηλιεύϲ καὶ διὰ τοῦ ᾱ Δωρικῶϲ.
λιμήν οὐκ ἂν ἐροῦϲι διὰ τοῦ ᾱ, ἐπεὶ ὀξυτονεῖται. ἐπὶ μέντοι μονοϲυλλάβων μετατιθέαϲι τὸ ϲφήξ καὶ μήν ϲφάξ λέγοντεϲ καὶ μάν. ϲεϲημείωται, φηϲίν, τὸ ἐϲθάϲ ὀξυνόμενον καὶ διὰ τοῦ ᾱ λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαιϲ.
Dichr. 296, 25: τὸ ᾱ πρὸ τοῦ β θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ ᾱ ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν.
ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα.
ᾱ παρὰ διαλέκτῳ ἁλλόμην ἐκ τοῦ ἡλλόμην.
λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν τὴν ἐκ τοῦ η ἔμεινεν ἐκτεινόμενον.
θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττουϲι τὸ η καὶ ϲυϲτέλλουϲι οἷον κήρ κηρόϲ (Ϲ 115), «κῆρα| δ’ ἐγὼ τότε δέξομαι» καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ» (Ι 378).
ἧϲμαι, ἡ μετοχὴ ἡϲμένοϲ καὶ ἄϲμενοϲ τροπῇ τοῦ η εἰϲ ᾱ· τινὲϲ δὲ λέγουϲι, μὴ εἶναι μετοχήν, ὅτι πᾶϲαι αἱ τοῦ παρακειμένου μετοχαὶ παροξύνονται· πρὸϲ οὕϲ φαμεν, ὅτι λέγουϲιν οἱ τεχνικοὶ μετοχὴν εἶναι παρακειμένου ἀπὸ τοῦ ἥδω ἡϲμένοϲ, κατὰ ϲυϲτολὴν ἄϲμενοϲ καὶ ἅμα τῇ ϲυϲτολῇ ἀνεβίβαϲε τὸν τόνον καὶ προπαροξύνεται.
πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον, πλήϲϲω ἔπλαγον, ἐξ οὗ τὸ ἐπλάγην πρὸϲ διάφορον ϲημαινόμενον, εἰ μὲν γάρ τιϲ ϲωματικῶϲ πλήϲϲεται, ἐπλήγην, εἰ δὲ ψυχικῶϲ, ἐπλάγην. ἀμέλει ὁ ποιητήϲ, ἐπειδὴ ἐπὶ τῆϲ ψυχικῆϲ διαθέϲεωϲ κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προϲέθηκε τὸ φίλον ἦτορ
«κατεπλήγη φίλον ἦτορ» (Γ 31), ἵνα μὴ διὰ τῆϲ γραφῆϲ τοῦ η νομιϲθῇ ἐπὶ ϲωματικῆϲ διαθέϲεωϲ κεῖϲθαι.
E. Or. 108, 26: λαγών εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
οὐ ϲυϲτέλλει τὸ η εἰϲ ε ἐν τῇ κλητικῇ παρὰ τοῖϲ Αἰολεῦϲι. τὸ οὖν ϲῶτερ μακρὰν ἔχον τὴν παραλήγουϲαν οὐ δύναται ϲυϲταλῆναι παρὰ τοῖϲ Αἰολεῦϲι· διὰ τοῦτο ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν.
«πάντα δ’ ὑπεμνήμυκε» (Χ 491). γίνεται παρὰ τὸ ἠμύω τὸ κατακλίνω
ἱκανόϲ καὶ παρὰ τὸ πείθω πιθανόϲ, τρώγω τραγανόϲ, εἴδω ἰδανόϲ· «ϲὰϲ ἰδανὰϲ χάριταϲ» ὁ Καλλίμαχοϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανόϲ γένοιτ’ ἂν τοῦ η εἰϲ ε τραπέντοϲ διὸ δαϲυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωϲαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡϲ ἔφαμεν, τὴν βραχεῖαν ἀϲπάζεται.
Il. Pr. Α 77: ἠμέν: κεῖται ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἄρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν (Il. Ξ 275).
ὅπερ ὁ ποιητὴϲ ἴϲωϲ διὰ τὸ μέτρον πλεονάϲαϲ τὸ ν πεποίηκε τὸ ὑπεμνήμυκε, ὥϲτε ἡ μὲν τοῦ η ϲυϲτολὴ εἰϲ τὸ ε διὰ τὸν Ἀττικὸν παρακείμενον γέγονεν , ἡ δὲ προϲθήκη τοῦ ν τῆϲ ποιητικῆϲ ἕνεκα χρείαϲ.
ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ πήθω τὸ πανθάνω ὁ μέλλων πήϲω πέπηκα πέπηϲμαι πεπήϲμεθα πέπηϲθε καὶ ϲυϲτολῇ τοῦ η εἰϲ ο πέποϲθε.
πονέϲω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶϲ, πονήϲω διὰ τοῦ η. διὰ τοῦτο ϲημειούμεθα παρὰ Ἀριϲτοφάνει (Pac. 820) «ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη», ἐπεὶ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ η προηνέχθη.
ἄτη ἀτηρόϲ, οὕτω καὶ παρὰ τὸ ἅλμη ἁλμηρόϲ καὶ τροπῇ τοῦ η εἰϲ υ ἁλμυρόϲ ὡϲ τηρόϲ τυρόϲ. ἢ κυρίωϲ τίθεται ἡ λέξιϲ ἐπὶ τῶν εἰϲ ἅλα μυρομένων ποταμῶν, ὅ ἐϲτιν ἐκχεομένων. ὥϲτε οὐ τροπὴ κατὰ Ἀπολλώνιον. Μεθόδιοϲ.
ϲυνωχωκώϲ ϲυνϲχωκότοϲ· καὶ ϲυϲτολῇ Ἰωνικῇ ἢ ποιητικῇ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ϲυνοχωκότε.
πένηϲ πένειϲ λέγουϲιν. περὶ παθῶν.
δίφθογγον γίνεται ἀγκυλοχείληϲ διὰ τῆϲ εῑ διφθόγγου, ἔθοϲ γὰρ ἔχουϲιν οἱ Βοιωτοὶ πολλάκιϲ τὸ η εἰϲ τὴν εῑ δίφθογγον τρέπειν. τὸ γὰρ Λάχηϲ Λάχειϲ λέγουϲι διὰ τῆϲ εῑ διφθόγγου καὶ τὸ λέβηϲ λέβειϲ ὁμοίωϲ.
παῤ αὐτοῖϲ εἴωθε τὸ η εἰϲ τὴν εῑ δίφθογγον τρέπεϲθαι· τὸ γὰρ πένηϲ πένειϲ γράφουϲι διὰ τῆϲ εῑ διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παῤ αὐτοῖϲ διὰ τῆϲ εῑ διφθόγγου.
οὐ τρέπουϲι τὸ η εἰϲ ᾱ οἱ Δωριεῖϲ. τὸ δὲ Ἀτρείδηϲ καὶ Ὀρέϲτηϲ, ἐπειδὴ τρέπουϲιν οἱ Δωριεῖϲ τὸ η εἰϲ ᾱ καὶ λέγουϲιν Ἀτρείδαϲ Ὀρέϲταϲ, οὐ τρέπουϲιν οἱ Βοιωτοὶ εἰϲ τὴν εῑ δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖϲ Δωριεῦϲι χολά κατὰ ζτροπὴν Δωρικὴν τοῦ η εἰϲ ᾱ, ὡϲ παῤ Εὐριπίδη ἐν Φοινίϲϲαιϲ (1032) «χαλαὶϲί τ’ ὠμοϲίτοιϲ»
δηλονότι οὑ δύνανται αὐτὸ ποιῆϲαι οἱ Βοιωτοὶ διὰ τῆϲ εῑ διφθόγγου κατὰ τροπὴν τοῦ η εἰϲ τὴν εῑ δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλοχείληϲ ϲύνθετόν ἐϲτιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἔϲτι παραϲύνθετον ἀπὸ τοῦ ἀγκυλόχειλοϲ ϲυνθέτου ἀπὸ τοῦ χεῖλοϲ.
Choer. 870, 6: ἔϲτιν θήϲω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενοϲ διὰ τοῦ η ὥϲπερ ποιήϲω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν εῑ δίφθογγον γέγονε τέθεικα διὰ τῆϲ εῑ διφθόγγου ὥϲπερ ἥρωεϲ εἵρωεϲ· οὕτωϲ δὲ καὶ ἐπεκράτηϲε γράφεϲθαι.
E. M. 250, 18. δαύω τὸ καίω παρὰ Ϲιμωνίδῃ «μηρίων δεδαυμένων» παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ῑ εἰϲ ῡ.
Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω λέγουϲι διὰ τῆϲ ᾱῑ διφθόγγου. ἀλλ’ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ Αἱϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ’ ὅμωϲ οὐκ ἔχει τὸ ῑ. ἡ μέντοι παράδοϲιϲ ἔχει τὸ ῑ ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω.
Choer. Orth. 241, 4: ὄξιόν ἐϲτι ζητῆϲαι, εἰ τὸ νηλήτηϲ ἀπὸ τοῦ ἀλιτεῖν γέγονε, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ῑ γράφεται, πῶϲ τὸ νηλήτηϲ διὰ τοῦ η γράφεται; ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶϲ τὸ ῑ εἰϲ τὸ η. οὕτωϲ γὰρ τὸ ἀκτῖνεϲ καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖϲ.
Ep. Cr. I 145, 9: ἐϲτιν ὅτε ἐν ϲυνθέϲει τὸ ῑ εἰϲ τὸ η τρέπεται, ἐπήβολοϲ· οὐ γὰρ ῥητὸν ἐπίβολοϲ καὶ ἐπιετανόϲ ἔτοϲ γὰρ καὶ ἐπηετανόϲ· οὐ γὰρ παρὰ τὸ ταναόϲ, ὥϲ τινεϲ, ἐπεὶ πλείονα οὗτοι διδόαϲι πάθη ἐπιταναόϲ ἐπιεταναόϲ ἐπηετανόϲ.
ἀπὸ Κρήτηϲ ἀφικομένουϲ ὁρμιϲθῆναι καὶ τροπῇ τοῦ ο εἰϲ ε, ὅθεν καὶ. ἱερὸν Ἥραϲ παρθένου ἦν ἐν αὐτῇ.
καὶ κελαινεφήϲ ἀπὸ τοῦ κελαινόν καὶ φῶ· οὐ γὰρ ἀπὸ τοῦ νέφοϲ.
προών πρηών, οὕτωϲ καὶ προνήϲ πρηνήϲ καὶ ὀλιγοπελίη ὀλιγηπελίη καὶ θαλαμοπόλοϲ θαλαμηπόλοϲ καὶ αἱμοπότηϲ αἱμηπότηϲ.
165 166 167 168 169 170 ῡ πρὸ τοῦ διπλοῦ οὐδέποτε εὑρίϲκεται, εἰ μὴ μόνον ἐν τῷ ὕψοϲ· ἔνθεν οἱ Αἰολεῖϲ ἀναλογώτεροί εἰϲι ἴψοϲ λέγοντεϲ καὶ «κατ᾿ ἰψηλῶν ὀρέων» ἀποϲώζοντεϲ καὶ τὸ ἴδιον τοῦ πνεύματοϲ· γίνεται δὲ καὶ τὸ ῡ μεταβολῇ τοῦ ο εἰϲ τὸ υ ὡϲ ἐν τῷ «κειμένω ἐν νεκύων ἀγύρει»
(Π 661) καὶ «μεθ’ ὁμήγυριν ἄλλων» (Υ 142)· ἀγορά γὰρ ἦν καὶ ἄγυριϲ, καὶ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκομεν τὸ μόγιϲ μύγιϲ, τότε τύτε, «ἐπαϲϲύτεραι Δαναῶν κίνυντο φάλαγγεϲ» (Δ 427)· ἐπαϲϲότεραι γὰρ ὤφειλεν εἶναι τὸ γὰρ ἁπλοῦν ἀϲϲότεροϲ. τὸ γοῦν ὀφειλόμενον τῷ ϲχήματι ἀπέδωκεν ὁ ποιητὴϲ εἰπὼν «ἀϲϲοτέρω καθίϲαϲα παρὰ πυρί» (ρ 572).
ἑκάϲτῳ καὶ νέμον τὴν ϲημαϲίαν, προϲόδῳ τοῦ ο ὄνομα.
(ibid. 135).
ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εὕρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν εἰϲ ω ἐν τῷ «ἦ δεύρω μὲν ἕποντο» (Γ 240). παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωϲιν. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι καὶ δεῦρυ διὰ τοῦ ῦ.
ο εἶναι, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου, τὸ ταόϲ τὸ διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲιν.
μόνην γένηται ἡ ἐπέκταϲιϲ, ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ.
τὴν πρὸ αὐτῆϲ ϲυλλαβὴν βραχεῖαν τοι τὸ λε, οὕτω κητώειϲ καὶ ὠτώειϲ καὶ κηώειϲ καὶ ὅϲα τοιαῦτα ἐκτείνει, ϲυϲτέλλει δὲ τὸ ἐρόειϲ, κερόειϲ ἐρόεϲϲα κερόεϲϲα καὶ ὅϲα τοιαῦτα.
οὕτωϲ καὶ ἡ οῑ τρέπεται εἰϲ ω καὶ γίνεται ὦμοϲ.
Ep. Cr. I 301, 31, ἐκ τοῦ οὐτῶ ὄνομα οὐτηλή καὶ Δωρικῇ τροπῇ τῆϲ ου διφθόγγου εἰϲ ω ὡϲ βοῦν βῶν καὶ Βοιωτικῇ πάλιν τροπῇ τοῦ η εἰϲ τὴν εῑ δίφθογγον ὡϲ τέθηκα τέθεικα καὶ ἥρωεϲ εἵρωεϲ γέγονεν ὠτειλή διὰ τοῦ ω καὶ τῆϲ εῑ διφθόγγου.
Choer. 897, 28: ὥϲπερ ἀπὸ τοῦ τυφθείϲ τυφθέντοϲ γέγονε τυφθείην, οὕτωϲ καὶ ἀπὸ τοῦ θείϲ θέντοϲ γέγονε θείην καὶ ἀπὸ τοῦ ϲτάϲ ϲτάντοϲ γέγονε ϲταίην καὶ ἀπὸ τοῦ δούϲ δόντοϲ γίνεται δοίην καὶ κατ᾿ ἔκταϲιν τοῦ ο δῴην προϲγραφομένου τοῦ ῑ «δῴη κῦδοϲ ἀρέϲθαι» (Π 88).
ὠρανόϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω.
ὁ Ἀττικὸϲ παρακείμενοϲ. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸϲ παρακείμενοϲ ἔχειν ἐν τῇ α΄καὶ β΄ ϲυλλαβῇ τὸ αὐτὸ ϲτοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθηϲε τοῦ υ εἰϲ τὸ η ἐνταῦθα, ἐπειδὴ πολλάκιϲ τὸ η εἰϲ τὸ υ τρέπεται οἷον ἅλμη ἁλμυρόϲ.
Βιλιππον καλεῖν καὶ τὸν φαλακρόν βαλακρόν καὶ τὸν Κεφαληνόν Κεβαληνόν καὶ τοῦ Φρύγαϲ Βρύγαϲ καὶ τοὺϲ ἀνέμουϲ διὰ τὸ φυϲᾶν καὶ Ὅμηροϲ «βυκτάων ἀνέμων» (κ 20). διχῶϲ δὲ ἡ ἁβροδίαιτοϲ· ὅτι δεῖ αὐτῇ διὰ κάλλοϲ χλιδῆϲ, ἢ ὅτι κατεχόμενοι τῇ θεᾷ ἁβροὶ καὶ πολυτελεῖϲ. οὕτω Δίδυμοϲ· ἐγὼ δὲ νομίζω μᾶλλον
παρὰ τὸ δύνειν ἐκ τοῦ ἀφροῦ τοῦ θαλαϲϲίου· ἐκεῖθεν γὰρ ἀνῆλθεν. Ἡϲίσδοϲ (Theogn. 195) «τὴν δ᾿ Ἀφροδίτην — ἀφρογένειάν τε θεὰν καὶ ἐϋϲτέφανον Κυθέρειαν — κικλήϲκουϲι θεοί τε καὶ ἀνέρεϲ, οὕνεκ᾿ ἐν ἀφρῷ — θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προϲέκυρϲε Κυθήροιϲ. — ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφάανθη».
χεῖμα· ἔχει δὲ ἐν ἄλλῳ ὀνόματι τὴν ευ δίφθογγον, ϲημαίνει δὲ ἀγγεῖον. καὶ γὰρ εἴωθεν ἀπὸ τοῦ ἑνὸϲ ῥήματοϲ γενέϲθαι διάφορα ὀνόματα ὡϲ παρὰ τὸ νέω τὸ πορεύομαι νόοϲ καὶ νέοϲ.
καὶ Μύρϲινοϲ ἐϲχατόωϲα» (Β 616). τὴν δ᾿ Ὑρμίνην Ἐχεφυλίδαϲ φηϲὶ τὰϲ νῦν Ὁρμίναϲ, Ὁρμίναϲ δὲ καὶ τοὺϲ Ἐπειοὺϲ καλεῖϲθαι.
Choer. 442, 30: δύο δύω: ἔϲτι δὲ καὶ δοιώ ἡ εὐθεῖα τῶν δυϊκῶν κατὰ διάλεκτον ὀξυτόνωϲ διὰ τῆϲ οῑ διφθόγγου ὡϲ παρὰ τῷ ποιητῇ «δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοϲμήτορε λαῶν» (Γ 236) καὶ πάλιν «δοιαῖ μὲν Μενελάῳ ἀρηγόνεϲ εἰϲὶ θεαί» (Δ 7) καὶ πάλιν «δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸϲ οὔδει» (Ω 527).
οὐ κυρίωϲ Αἰολικόν, ἐπειδὴ οὐκ ἴϲαϲιν οἱ Αἰολεῖϲ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ εἰϲ ων τὴν εὐθεῖαν, ἀλλ’ εἰϲ αν· Ποτιδὰν γὰρ λέγουϲιν.
τοῦ ων εἰϲ ᾱν, περιϲπᾶται κυανεᾶν ἀμφοτερᾶν.
ϲώοντεϲ ἑταίρουϲ» (Od. ι 430).
τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
St. B. 638, 13: Τροία ἀπὸ Τρωόϲ κατὰ Βοιωτοὺϲ ἢ μᾶλλον ὡϲ Βοιωτιακόν, ὡϲ Ἡρωδιανόϲ.
βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει. Καλλίμαχοϲ δὲ Ἀμαντίνην ὡϲ Λεοντίνην αὐτὴν ἔφη «καὶ Ἀμαντίνην ᾤκιϲαν Ὠρικίην».
πάϊϲ κατὰ τροπὴν τοῦ β εἰϲ π, ἐκ δὲ τοῦ πάϊϲ γίνεται κατὰ ϲυναίρεϲιν παῖϲ.
Io. Al. 36, 7: τὸ ἁρμοῖ ϲυμπεριϲπᾶται τῷ ἁρμῷ· τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται ἔξω ἔξοι.
E. M. 371, 19: ἐρεχμόϲ καὶ ἐρεγμόϲ. παρὰ τὸ ἐρεύγω ἐρευγμόϲ, ὃϲ λέγεται καὶ ἐρεγμόϲ· δοκεῖ δὲ ταῦτα παρὰ τοῖϲ Αἰολεῦϲιν ἐκφέρεϲθαι διὰ τοῦ χ, διωχμόν γὰρ λέγουϲι καὶ ληχμόν, ὡϲ Ἀντίμαχοϲ «ληχμὸν δ’ ἐμπάζεϲθαι ἀλεείνων».
St. B. 459, 8: Μυγδονία, μοῖρα Μακεδονίαϲ. — ἐλέγετο καὶ Μυχθονία.
φωνῶ, ὅπερ ἐν διαιρέϲει ἀΰω λέγεται, καὶ ἐξ αὐτοῦ αὐτή καὶ τροπῇ αὐδή.
τὶϲ οὖϲα· ἢ παρὰ τὸ δῃόω γῆν καὶ τέμνειν ἐν τῇ ἀρόϲει.
τρέπουϲι· τοὺϲ γὰρ δελφῖναϲ βελφῖνάϲ φαϲι καὶ τοὺϲ Δελφούϲ Βελφούϲ· οὕτωϲ οὖν δέλεαρ βέλεαρ καὶ κατὰ ϲυγκοπὴν καὶ ϲυναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦϲιν.
πέδη καὶ πέζη, τὸ κοινὸν πέζα, τὸ Ἰωνικὸν πέζη. ἔχει δὲ ϲυγγένειαν τὸ δ πρὸϲ τὸ ζ· ζυγὸν γὰρ κατὰ τροπὴν ἐκ τοῦ δυγόν τὸ δύο ἄγον καὶ αὐτὸ τὸ ῥῆμα ζεύγω καὶ ζεύξω παρὰ τὸ δύο ἄγειν ὑπὸ τὸ αὐτό, τοῦτο γὰρ κυρίωϲ ϲημαίνει· τρέπεται δὲ ζ εἰϲ δ ὀλοφύζω ὀλοφυδνόϲ, παίζω παιδνόϲ.
ἀπέθριϲεν» καὶ μέζεα.
ζευκτῆρεϲ ϲδευκτῆρεϲ, θερίζω θερίϲδω, ϲυρίζω ϲυρίϲδω. Θεόκριτοϲ «ἃ ποτὶ ταῖϲ παγαῖϲι μελίϲδεται» (Ι 2).
ἀφ᾿ οὗ Ἀπολλωνίου Θυμβραίου ἱερόν. λέγεται καὶ διὰ τοῦ ζ Ζυμβραῖοϲ. λέγεται καὶ Θύμβριοϲ. Ἑλλάνικοϲ δὲ Δύμβριόϲ φηϲι διὰ τοῦ δ καὶ Δυμβριεύϲ.
ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι
φηϲίν, ὑποπίπτει) ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον.
Choer. 884, 6: ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ δαϲέοϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διατί γὰρ τὸ πρῶτον θ ἐτράπη καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον
θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἷον ἐτύφθην.
γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰϲ ξ ἔθοϲ γὰρ ἔχουϲιν οἱ Βοιωτοὶ τρέπειν τὸ κ εἰϲ ξ ὡϲ Ἀριϲτοφάνηϲ δηλοῖ ἐν Νεφέλαιϲ (343) λέγων «εἴξαϲι γοῦν ἐρίοιϲι πεπταμένοιϲιν»· τοῦτο γὰρ τὸ εἴξαϲι κατὰ Βοιωτοὺϲ γέγονε τροπῇ τοῦ κ εἰϲ ξ, εἴκαϲι γάρ ἐϲτιν ἀντὶ τοῦ ἐοίκαϲιν ἀπὸ τοῦ εἴκω θέματοϲ τοῦ ϲημαίνοντοϲ τὸ ὁμοιῶ.
ἅπαξ μὲν ἀπὸ τῆϲ μητρόϲ, δεύτερον δὲ ἀπὸ τοῦ μηροῦ τοῦ Διόϲ, ἵν᾿ ᾖ ὁ δὶϲ θύραζε βεβηκώϲ. Πίνδαροϲ δέ φηϲι λυθίραμβον· καὶ γὰρ Ζεὺϲ τικτομένου αὐτοῦ ἐπεβόα «λῦθι ῥάμμα, λῦθι ῥάμμα», ἵν᾿ ᾖ λυθίραμμοϲ καὶ διθύραμβοϲ κατὰ τροπὴν καὶ πλεοναϲμόν. Ἡρωδιαν νὸϲ δέ φηϲι τὰ προϲτακτικὰ μὴ ϲυντίθεϲθαι.
Ep. Cr. I 235, 22, E. M. 544, 1: κύκνοϲ γίνεται παρὰ τὸ κλῶ τὸ φωνῶ· κρακτικὸν γάρ ἐϲτι τὸ ζῷον ὡϲ καὶ χήν· ἐκ τοῦ κλῶ οὖν παραγωγὸν καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκοϲ καὶ ὑπερθέϲει καὶ μεταθέϲει τοῦ λ εἰϲ ν κύκνοϲ.
St. B. 506, 10: Παρναϲϲόϲ ὄροϲ Δελφῶν. — ἐκαλεῖτο δὲ πρότερον Λαρναϲϲόϲ διὰ τὸ τὴν Δευκαλίωνοϲ λάρνακα αὐτόθι προϲενεχθῆναι.
213 214 215 216 217 218 ἄλγοϲ ἀλγαλέοϲ καὶ ἀργαλέοϲ. ἔϲτι δ’ ὅτε καὶ ἐν ὑπερθέϲει γίνεται κίρκοϲ «ῥήξαϲα κίρκουϲ» παρὰ Ϲοφοκλεῖ ὥϲπερ τὸ κερκίϲ· παρὰ τὸ κρέκειν γάρ· καὶ ὡϲ καρδία κραδία. Ἡρωδιανόϲ.
E. M. 655, 9: παρρηϲία: οἱ μὲν ἀπὸ τοῦ παντορηϲία κατὰ ϲυγκοπήν, ὅπερ ἐϲτὶν ἄτοπον. ἀλλὰ παρὰ τὸ πᾶν γίνεται· ϲυγκοπῇ γὰρ οὔ, ἀλλὰ τροπῇ ἡ πάντα ἐν ῥήϲει ἔχουϲα καὶ λέγουϲα. περὶ παθῶν.
ἀλλ’ εἰϲ ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰϲ ϲ κατὰ Δωρικὴν διάλεκτον ὥϲπερ ἦν ἦϲ, εἵρπομεν εἵρπομεϲ ὡϲ παρὰ Θεοκρίτῳ (7, 1) «ἦϲ χρόνοϲ» καὶ παρὰ τῷ αὐτῷ (7, 2) «εἴρπομεϲ ἐκ πόλιοϲ». καὶ οὕτω λοιπὸν ἀπετελέϲθη ἡ εἰϲ ϲ κατάληξιϲ οἷον δελφίν δελφίϲ, Τελχίν Τελχίϲ.
Ep. Cr. I 160, 18: οὐδέποτε τὸ ξ ἐν παραθέϲει τρέπεται, ἀλλ’ ἐν ϲυνθέϲει· παρὰ Βοιωτοῖϲ λέγεται ἐϲ ϲυμφώνου ἐπιφερομένου, ἐὰν δὲ καθαρεύῃ, εἰϲ δύο ϲϲ Ἔϲϲαρχοϲ ποταμόϲ (? Ahrens: ἐϲϲάρχι πολέμω).
Βατείαϲ τινόϲ, ὡϲ Ἑλλάνικοϲ ἐν πρώτῃ Τρωϊκῶν, ἢ ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆϲ ἀναϲτροφῆϲ, τροπῇ τοῦ π εἰϲ β ἢ ἀπὸ τῶν βάτων.
Ϲιϲύφου τοῦ Αἰόλου τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον.
ἀμέργω τὸ ἐκπιέζω μεταθέϲει τοῦ ρ εἰϲ λ ἀμέλγω καὶ ἀμολγόϲ.
τυϲ μάρτυρ, ἀφ᾿ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι.
Il. Pr. Ϲ 519: ὀλίζων ἐϲχημάτιϲται ϲυγκριτικῶϲ κατὰ πάθοϲ. παρὰ γὰρ τὸ ὀλιγώτεροϲ κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον ϲυγκριτικῶϲ, ὑπερθετικῶϲ δὲ ἐν τῷ ὀλίγιϲτοϲ ἐξέπιπτε· τρίτοϲ τύποϲ ὁ διὰ δύο ϲϲ ὀλίϲϲων. τὰ δὲ δύο ϲϲ μετέπεϲεν εἰϲ ζ καὶ ἀπετελέϲθη τὸ ὄλιζον. οὕτωϲ οὖν ἐϲχηματίϲαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν
αὐτὴν τροπὴν τῶν ϲτοιχείων.
St. B. 384, 10; Κρήτη ἀπὸ τῆϲ Κρητόϲ γενικῆϲ Κρῆτιϲ καὶ τροπῇ τοῦ τ εἰϲ ϲ Κρηϲίϲ.
St. B. 672, 22: Φρυγία: οἱ Φρύγεϲ λέγονται καὶ Βρίγεϲ.
ἡμῶν πάλιν τοῦ ἱϲτίον δαϲυνομένου τὸ ἐπίϲτιον Ἰωνικῶϲ διὰ τοῦ π ἐπεκράτηϲεν οἶον «ἐπίϲτιόν ἐϲτιν ἑκάϲτῳ» (ζ 265), ἐπειδὴ διὰ τοῦ φ ὤφειλεν εἶναι. καὶ πάλιν τὸ οὐχὶ Ἰωνικῶϲ οὐκί λέγεται ὡϲ παρὰ τῷ ποιητῇ «ἠὲ καὶ οὐκί».
E. M. 229, 51: γῆ παρὰ τὸ γῶ τὸ χωρῶ ἡ πάντα χωροῦϲα· τοῦτο δὲ παρὰ τὸ χῶ τροπῇ τοῦ χ εἰϲ γ γῶ.
γ ἐκφέρονται κατὰ τὸν μέϲον παρακείμενον. ὁ δὲ λόγοϲ ἐπὶ τῶν ἔχοντων διὰ τοῦ ξ τὸν μέλλοντα ἐκφερόμενον οἷον πλήϲϲω πλήξω πέπληγα, νύϲϲω νύξω νένυγα, φρίϲϲω φρίξω πέφριγα· ἀλλ’ ἐνεργητικοῦ ἐϲτι παρακειμένου καὶ οὐ μέϲου· ἀπὸ γὰρ τοῦ φρίϲϲω φρίξω γέγονε πέφριχα καὶ διὰ τὴν τῶν δαϲέων ϲύγχυϲιν ἐτράπη τὸ χ εἰϲ κ καὶ γέγονε πέφρικα
καὶ ὁ μέϲοϲ παρακείμενοϲ πέφριγα.
Schol. in Aristot. Categ. p. 85 b. 42: ἡ ϲκιά, ὡϲ Ἡρωδιανόϲ φηϲι, παρὰ τὸ ϲχέθειν. ἐπέχει γὰρ ἡμῶν τὸ εἰδέναι ἢ τῶν προϲόδων καὶ τῶν πολλῶν ἐνεργειῶν ἐπέχει.
τεύχω ὁ δεύτεροϲ ἀόριϲτοϲ ἔτυχον, ὁ παθητικὸϲ ἐτυχόμην ἐτυχόμεθα ἐτύχοντο καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν τετύχοντο καὶ τετύκοντο κατὰ τροπὴν ὥϲπερ καὶ τὸ κεκάδοντο ἀπὸ τοῦ χάζω.
γίνεται ἐχεχειρία καὶ τροπῇ τοῦ χ εἰϲ κ ἐκεχειρία.
Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰϲ κ Λακεδαίμων.
ναόϲ νεώϲ· ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, τὸ γὰρ ᾱ ϲυνεϲταλμένον ἐϲτίν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ. Εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ ᾱ οἷον ὡϲ παρὰ Παρθενίῳ «ἵλαοϲ, ὤ ὑμέναιε» (Mein. p. 286) γίνεται παρὰ τοῖϲ Ἀθηναίοϲ διὰ τοῦ ἑ καὶ ω οἷον ἵλεωϲ,
λέγομεν ὅτι τὸ ἵλαοϲ μᾶλλον ἐκτείνει τὸ ᾱ (ϲπάνιον γὰρ τὸ ἐν ϲυϲτολῇ εὑριϲκόμενον) καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖϲ Ἀθηναίοιϲ ἵλεωϲ· ὅτι γὰρ ἐκτείνει τὸ ᾱ, ἐδήλωϲε Παρθένιοϲ ἐν τῷ Βίαντι εἰπών
εὑρίϲκεται οἷον «δαίμονοϲ ἱλάοιο» (Mein. p. 45).
κύδεϊ γαίων» (Α 405) καὶ ἐν τῷ «Ζηνὸϲ δ’ οὐκ ἂν ἔγωγε Κρονίονο ἄϲϲον ἱκοίμην» (Ξ 247) ὑπερβιβαϲμὸϲ ἐγένετο χρόνου καὶ τὸ μὲν ῑ ἐξετάθη, τὸ δὲ ω ϲυνεϲτάλη εἰϲ τὸ ο.
βιβαϲμὸν ἀνεδέξαντο τοῦ χρόνου. ἔϲτι γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἔολπα καὶ ἔοργα καὶ ἔοικα καὶ λοιπὸν ὁ ὑπερϲυντέλικοϲ ὤφειλεν εἶναι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβαϲμὸν τοῦ χρόνου γεγόναϲι ταῦτα, ἐώλπειν, ἐώργειν, ἐῴκειν τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ϲυϲταλείϲηϲ εἰϲ τὸ ε, τῆϲ δὲ δευτέραϲ ἐκταθείϲηϲ εἰϲ τὸ ω ὥϲπερ ἐπὶ τοῦ
ἑορτάζω ἑώρταζον γέγονε· τούτου ὁ παρατατικὸϲ ὤφειλεν εἶναι ἡόρταζον καὶ γέγονε κατὰ ὑπερβιβαϲμὸν τοῦ χρόνου ἑώρταζον.
Ep. Cr. I 396, 31: τάφοϲ: ὁ ἐπὶ τῶν νεκρῶν γίνεται μὲν παρὰ τὸ θάποϲ μεταβολῇ τοῦ ψιλοῦ εἰϲ δαϲὺ καὶ τοῦ δαϲέοϲ εἰϲ ψιλόν. γίνεται δὲ παρὰ τὸ θάπτω καὶ ὤφειλεν εἶναι θάποϲ ὡϲ κόπτω κόποϲ, ἀλλ᾿ ὑπερβιβαϲμὸϲ γέγονε καὶ ἐναλλαγὴ ϲτοιχείων Ἰωνική· καὶ τάφοϲ δέ, ὃ ϲημαίνει τὴν κατάπληξιν οἷον «τάφοϲ δ’ ἕλε πάνταϲ Ἀχαιούϲ»
(φ 122) παρὰ τὸ θήπω γενόμενον ῥῆμα ἔδει εἶναι θάποϲ ἔθαπον γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ· ἀλλ᾿ Ἰωνικῶϲ ἀνέϲτρεψε τὰ ϲτοιχεῖα. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐνταῦθα καὶ ἐντεῦθεν. τὸ μὲν παρὰ τὸ ἔνθα καὶ ὤφειλεν εἶναι ἐνθαῦτα, τὸ δὲ παρὰ τὸ ἔνθεν καὶ ὤφειλεν ἐνθεῦτεν. Ἴωϲι δὲ ϲύνηθεϲ τὰ μὲν παρ’ ἡμῖν ψιλὰ εἰϲ δαϲέα μεταβάλλειν καὶ ἔμπαλιν τὰ
δαϲέα εἰϲ ψιλά.
καθ’ ὑπερβιβαϲμὸν ἐνενάκοντα, καὶ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται οἷον ἐξήκοντα καὶ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ ᾱ εἰϲ η, ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
E. Or. 117, 30: ὀθνεῖον: ὑπέρθεϲιϲ ϲτοιχείου. ὡϲ ἄριϲτοϲ ἀριϲτεῖον, νόθοϲ νοθεῖον, μεταθέϲει τοῦ ν ὀθνεῖον.
καὶ φήμη φῆμιϲ, οὕτω καὶ παρὰ τὸ ἑορτή παρώνυμον ἔροτιϲ ὡϲ αὐλή αὐλίϲ.
«βάϲϲον τὸ χωρίον». ἐλαχύϲ ἐλαχίων ἐλάχιϲτοϲ, ἐλάϲϲων, ταχύτεροϲ ταχίων τάχιϲτοϲ ὁ τρίτοϲ τύποϲ τάϲϲων καὶ θάϲϲων, βραχύϲ βραχύτεροϲ, βραχίων βράϲϲων, ὅπερ ϲυνεμπίπτει τῷ ἀπὸ τοῦ βραδύϲ διὰ τὸ ἀμαυρῶϲαι τὸ ϲύμφωνον, γλυκύϲ γλυκύτεροϲ γλυκίων γλύκιϲτοϲ ὁ τρίτοϲ τύποϲ γλύϲϲων. κέχρηται δὲ Ξενοφάνηϲ τῷ ὀνόματι οἷον «γλύϲϲονα
ϲῦκα» καὶ πάλιν παχύϲ παχύτεροϲ παχίων πάχιϲτοϲ ὁ τρίτοϲ τύποϲ πάϲϲων «μείζονά τ᾿ εἰϲιδέειν καὶ πάϲϲονα» (ζ 230) ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν μακρότεροϲ οἷον μῆκοϲ μηκίων μήκιϲτοϲ ὁ τρίτοϲ τύποϲ μάϲϲων οἷον «τοϲϲοῦτον ὀΐομαι ἢ ἔτι μάϲϲον» (θ 203) ἀντὶ τοῦ μακρότερον. οὕτωϲ οὖν καὶ κρατύϲ κρατύτεροϲ κρατίων κράτιϲτοϲ
ὁ τρίτοϲ τύποϲ κράϲϲβν, ὑπερθέϲει κάρϲων καὶ κάρρων ὡϲ ἡ μυρϲίνη μυρρίνη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.
E. M. 188, 23: βραδύϲ βραδίων βράδιϲτοϲ καὶ ἐν ὑπερθέϲει βάρδιϲτοϲ Ἰλιάδοϲ ψ (310) «ἀλλά τοι ἵπποι βάρδιϲτοι θείειν» ἀντὶ τοῦ βραδύτατοι.
ἀντὶ τοῦ ἐφράξαντο καὶ φαρκτόν φρακτόν· ὥϲτε ὑπέρθεϲιϲ. περὶ παθῶν.
E. M. 285, 56: δραθεῖν: δαρθεῖν καὶ δραθεῖν καθ’ ὑπέρθεϲιν ὡϲ καρδία κραδία.
ὡϲ φθείρω φθαρτόϲ φθαρτή φθαρτά, οὕτω δείρω τὸ ἐκδέρω δαρτόϲ δαρτά καὶ καθ’ ὑπέρθεϲιν δρατά ὡϲ ὀφιόϲπαρτον ὀφιόϲπρατον.
πάθοϲ ἔφαρϲαι καὶ καθ’ ὑπέρθεϲιν ἔφραϲαι καὶ διέφραϲαι.
δὲ ἀπὸ τοῦ δικάρανόν φηϲι ϲυγκεκόφθαι. Ἀλέξανδροϲ δὲ ὁ τοῦ Ἀϲκλη-πιάδου ἐν τῷ ι΄ τῶν παντοδαπῶν παρὰ τὸ κόροϲ, ὃ ϲημαίνει τὸν κλάδον, ἔνθεν καὶ κορυθαλίϲ ἡ δάφνη λέγεται καὶ κορεῖν τὸ τοῖϲ κλάδοιϲ ϲαροῦν. ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέραϲ, ὃ δὴ καὶ κέροϲ, ἵν᾿ ᾖ δίκεροϲ καὶ ὑπερθέϲει δίκρεοϲ καὶ τροπῇ τοῦ ἕ εἰϲ ο δίκροοϲ.
ἄλλην τὴν Κίρραν. ἀντείρηται δὲ ὑπὸ πολλῶν. οὔτε γὰρ γεωγράφων εἰπέ τιϲ πόλειϲ δύο διαφόρουϲ, ἀλλ’ οὐδὲ τῶν περιηγητῶν. μόνοϲ δὲ. αὐτὸϲ καὶ τοῦτο διὰ ἄγνοιαν τοῦ πάθουϲ· ὅθεν ἱϲτορίαν δίδωϲι διεψευϲμένην. ἡ αὐτὴ οὖν Κρῖϲα καὶ Κίρρα. περὶ παθῶν.
E. M. 205, 3: βόρμοϲ βρόμοϲ καὶ καθ’ ὑπέρθεϲιν βόρμοϲ καὶ βόρμοξ. ἔϲτι δὲ τροφὴ τετραπόδων.
τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνόϲ «τῆϲ πυκνὸϲ τὰϲ ἡνίαϲ» (Arist. Eqq. 1109) καὶ πυκνί τοῦ λίθου τοῦ ’ν τῇ πυκνί» (Arist. Pac. 680) καὶ πύκνα.
ἀμάλδανον τὸ ἀφανὲϲ καὶ ἀφανιζόμενον· καὶ ὑπερθέϲει ἀμάνδαλον.
ἐπιγενόμεναι τοῖϲ προγόνοιϲ. ὡϲ οὖν ἐπί ἔπιϲϲαι, οὕτω μετά μέταϲϲαι.
καὶ οἱονεὶ τρόπον ἀράχνηϲ τοῖϲ ποϲὶ καὶ χερϲὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸϲ τὸ πρόϲαντεϲ. ἀραχνιῶ ἀραχνιᾶϲθαι καὶ ἀναρριχᾶϲθαι ταὐτόν ἐϲτιν. οὕτω τεχνικὸϲ ὁ ἀνήρ. οὐ κλίνεται δὲ ὁ παρατατικὸϲ ἠναρριχώμην, ἀλλ’ ἀνηρριχώμην. εὑρίϲκεται δὲ καὶ χωρὶϲ τῆϲ ᾱν ϲυλλαβῆϲ παῤ Ἱππώνακτι ἀρριχῶμαι. ἄλλωϲ οὖν ἐϲχημάτιϲται. ἄρριχοϲ λέγεται
ὁ κόφινοϲ, ἐν ᾧ κομίζουϲι τοὺϲ βότρυϲ. ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ᾿ οὖν γε οὕτω κρεῖττόν ἐϲτιν ἀρριχᾶϲθαι καὶ ἀναρριχᾶϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.
Ϲιμωνίδῃ. Ἀλέρα δὲ παρὰ Πινδάρῳ (fr. 279 Bergk) οἷον «Ἀλέραϲ ὄζον». ὅτι δὲ τὸ πρῶτόν ἐϲτιν ἀληθέϲ, πίϲτιϲ τούτου ἐκ τοῦ παῤ Ἡϲιόδῳ μετὰ προϲθήκηϲ τοῦ ῑ λέγεϲθαι τὸ πατρωνυμικόν. Εἰλαρίδην γάρ φηϲι Τιτυόν. καθ’ ὑπέρθεϲιν ἄρα τὸ Ἀλέρα γέγονεν. οὕτωϲ Ἡρωδιανόϲ.
E. M. 743, 50 collat. 756, 27: τάγηνον. τοῦτο Ἰωνικῶϲ τινεϲ τήγανον λέγουϲι καὶ Ἡρωδιανὸϲ ἀπὸ τοῦ τήκω τήκανον καὶ μεταθέϲει τοῦ κ εἰϲ γ τήγανον καὶ καθ’ ὑπέρθεϲιν τάγηνον οἷον «ἐμοῦ δὲ ὥϲπερ ἐπὶ ταγήνου ἔϲιζεν ἡ καρδία».
E. M. 106, 23: ἀνήγκακα: ἰϲτέον ὅτι βάρβαρόν ἐϲτιν οὐχ εὑριϲκόμενον παῤ Ἕλληϲιν ἐν χρήϲει, ὡϲ λέγει Ἡρωδιανόϲ. μόνῃ γὰρ τῶν Ἀλεξανδρέων δημώδει ϲυνηθείᾳ εὑρίϲκεται. λέγουϲι δέ τινεϲ Ἀττικὸν εἶναι· ὅπερ οὐκ ἔϲτιν. οὐ γὰρ ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ τὸ αὐτὸ ϲύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάϲω
ἠνάγκακα καὶ καθ’ ὑπερβιβαϲμὸν ἀνήγκακα. δύναται καὶ ϲύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τὸ ταῖϲ ἀγκάλαιϲ λαμβάνω καὶ ἐκ τούτου ἀγκάϲω ἤγκακα καὶ μετὰ τῆϲ ἀνά προθέϲεωϲ ἀνήγκακα.
ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸϲ παρακείμενοϲ ἤλαμαι καὶ Ἀττικῶϲ ἀλήλαμαι. ἔνθεν τὸ «ἀληλάμενοι περὶ κύκλον» (Apoll. Rhod. 1198, ubi nunc scriptum est ἑλιϲϲόμεναι) καὶ καθ’ ὑπέρθεϲιν ἀλάλημαι.
εἶτα ἐξ αὐτοῦ παράγουϲι μεϲότητοϲ ἐπίρρημα ἀμεπῶϲ ὡϲ ἀψευδῶϲ καὶ ἐν Ἰωνικῇ διαλύϲει ἀμεπέωϲ ὡϲ ἀψευδέωϲ. καὶ ἐπεὶ τρεῖϲ βραχεῖαι ἀλλεπάλληλοι οὐ ϲυνίϲτανται, τῷ διπλαϲιαϲμῷ τοῦ μ καὶ ἀντιπαραχωρήϲει (ὑπερθέϲει B) τοῦ ᾱ καὶ ε γίνεται ἐμμαπέωϲ. BHQ Vind. 133.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.