καὶ τροπῇ τοῦ τ εἰϲ θ ἀγαθόϲ ὡϲ ἐπὶ τοῦ κρεμῶ κρεμάϲτρα κρεμάθρα. οὕτωϲ Ἡρωδιανόϲ. ὁ δὲ Φιλόξενόϲ φηϲι ϲύνθετον αὐτὸ παρὰ τὸ ἄγαν θεῖοϲ καὶ ϲυνθέϲει καὶ ϲυγκοπῇ ἀγαθόϲ· ὅθεν οὐ λέγεται ἀγαθώτεροϲ, ἵνα μὴ ὦϲιν δύο ἐπιτάϲειϲ, ἀπὸ τοῦ ἄγαν καὶ τῆϲ ϲυγκριτικῆϲ παραγωγῆϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.