Ι. Pr. Λ 454: ἐρύουϲι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί ». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ
μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ τόνδε δ’ ἐγὼ κομιῶ» ( Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ’ ἔϲτιν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ.
καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ἤ τροπῇ τοῦ α εἰϲ δύνεαι καὶ. κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ῃ δύνῃ καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ κάθημαι κάθηται κάθηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κάθηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ κάθεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ἡ κάθῃ καὶ μένει τὸ ι προϲγεγραμμένον.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.