ὅτι ἀπὸ τοῦ χαρῶ, ὅπερ γίνεται καθ’ ὑποϲτολὴν τοῦ ι τούτου ὁ παρακείμενοϲ κεχάρηκα ὡϲ ἀπὸ τοῦ βαρῶ βεβάρηκα, ἡ μετοχὴ κεχαρηκώϲ ὡϲ βεβαρηκώϲ, ἡ αἰτιατικὴ κεχαρηκότα ὑφέϲει τοῦ κ κεχαρηότα· τούτῳ δὲ τῷ χαρῶ ϲυνεχῶϲ κέχρηνται οἱ παλαιοί « ϲὺ δ’ οὖν ἐπειδὴ τοῦτο κεχάρηκαϲ ποιῶν » Ἀριϲτοφάνηϲ Ϲφηξίν (v. 764) ὡϲ οὖν
ἀπὸ τοῦ βεβαρηκότα ὑφέϲεωϲ γινομένηϲ γίνεται βεβαρηότα, ἀφ’ οὖ κο 1 2 3 4 δ’ ἦλλθον ονῳ βεβαρηότεϲ υlεϲ Ἀχαιῶν» (γ 139), τετληκώϲ τετληκότι ὑφέϲει τοῦ κ κτετληότι θυμῷ (δ 447) πέπτηκα πεπτηκώϲ κπεπτηὡϲ γὰρ ἔκειτο » (χ 362), οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ κεχαρηκότα ὕφεϲιϲ ἐγένετο τοῦ κ. Ἰϲτέον δὲ ὅτι ἔc’ ὅτε κατὰ τὴν ὕφεϲιν τοῦ κ ϲυϲτολὴ ἐπηκολούθηϲεν, ἑϲτηκότοϲ κἑϲταότοϲ μὲν καλὸν ἀκούειν» (Ι 79) καὶ τῇ
ὑφέϲει τοῦ κ ϲυϲτολὴ γίνεται τοῦ η ϲυϲτελλομένου εἴτε εἰϲ τὸ α εἴτε, εἰϲ τὸ ε· εἰϲ μὲν τὸ α οἷον βεβηκώϲ βεβηώϲ καὶ βεβαώϲ — τοῦ δὲ ἑϲταώϲ οὐκ οἶδε τὴν χρῆϲιν. περὶ πάθουϲ. εἰϲ δὲ ε ἑϲτηκώϲ ἑϲτηώϲ ἑϲτεώϲ κἑϲτεότα χ’ αὑτοῦ » διὰ τοῦ τεθνηκώϲ τεθνηώϲ τεθνεώϲ.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.