φημὶ δὴ εἰϲ τὸ κ. Τούτων οὕτωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλαϲιαϲμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ, ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ
φημὶ ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐϲτιν, οἶον « αἰδεῖϲθαί φημι » · κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουϲιν ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἷον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.