ἔχει τὸ ϲ, ἀλλὰ δύναται πλεοναμὸϲ εἰναι τοῦ ϲ καὶ τὸ ὀρϲοθύρη ἔχει. τὸ ο, ἀλλὰ δύναται παρὰ τὸν ἐνεϲτῶτα τὸν ὄρϲω καὶ τὸ περϲέπολιϲ δύναται Δώριον εἰναι παρὰ ἐνεϲτῶτα περθέπολιϲ. καθόλου δὲ τὰ παρὰ τὸ βροτόϲ προϲλαμβάνει τὸ μ ἐν τῇ ϲυνθέϲει, τερψίμβροτοϲ, Ϲτηϲίμβροτοϲ· ἀφείλετο γὰρ ἐν τῷ βροτόϲ τὸ μ. παρὰ γὰρ τὸ μείρω μορτόϲ,
ὑπερθέϲει μροτόϲ, ἐπενθέϲει τοῦ β μβροτόϲ. διὰ δὲ τὸ μὴ δύναϲθαι ϲυϲτῆναι μῆ διὰ τὴν ἀϲυνταξίαν, ἐξέϲτη τὸ μ. ὅτε οὖν ϲυντίθεται, ἀπεδόθη. δύναται γὰρ προηγεῖϲθαι τὸ μ τοῦ β ἐν διαϲτάϲει, οὐκέτι δὲ κατὰ ϲύλληψιν· ἕν παραιτούμεθα τὸ «ἀϲπίδοϲ ἀμφιβρότηϲ (Β 389) διὰ τὴν κακοφωνίαν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.