ὡϲ ἐν τῷ ὀκριόειϲ παρὰ τὰϲ ἄκραϲ καὶ ἐξοχὰϲ καὶ Ὄθρυϲ τὸ ὄροϲ ὡϲ Ἄθρυϲ, ὅθεν ἐϲτὶ μακρότερον ἀθρεῖν· οἱ δὲ παρὰ τὸ εἴργω· ἐπιϲχετικὸϲ γάρ ἐϲτι τῶν ὑπερβαίνειν βουλομένων ὥϲτε εἰναι μετάθεϲιν τοῦ γ εἰϲ τὸ κ ὡϲ παρὰ τὸ γῆρυϲ κηρύϲϲω. ἐγώ, φηϲὶν Ἡρωδιανόϲ, ἡγοῦμαι πλεοναϲμὸν εἶναι τοῦ κ ὅροϲ γάρ τίϲ ἐϲτιν· οἱ γὰρ ὀμνύντεϲ ὁρί
ζονται καὶ ὁμολογοῦϲιν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.