Ἑκηβελέταο· ἀγνοοῦντεϲ γὰρ πλεοναϲμὸν εἰναι τῆϲ τη ϲυλλαβῆϲ ἀναπλάϲϲουϲι τὰ περὶ τὸν δράκοντα, ὃν ἑκατὸν ἰοῖϲ ἐπάταξεν· οὐκ ἔϲτ δὲ οὕτωϲ, ἀλλ’ ὃν λέγουϲιν Ἑκάεργον Ἑκηβόλον, ἐν πλεοναϲμῷ εἶπεν Ἑκατηβόλον ὡϲ ἔτυμοϲ ἐτήτυμοϲ. ὁμοίωϲ δὲ κἀκεῖνο ἐπλάνηϲε «θάνατοϲ δέ τοι ἐξ ἁλὸϲ αὐτῷ » (λ 134) ἐπεὶ γὰρ ἡ ἐξ καὶ τὴν ἀπό τινοϲ
ϲχέϲιν ϲημαίνει, ἐκ Κρήτηϲ, ἐκ Ῥόδου, οὕτω καὶ τὸ ἐξ ἁλόϲ παραλαμβάνοντεϲ ἀνέπλαϲαν τὸ κέντρον καὶ τὴν τρυγόνα. Δημήτριοϲ δὲ ἐπὶ τοῦ πολυδίψιον τὸν δέ ϲύνδεϲμον ἐδέξατο καὶ κατὰ ὑπέρθεϲιν ἐλάμβανε, ὅπερ ϲπάνιόν ἐϲτι, «καί κεν ἐλέγχιϲτοϲ πολυδίψιον Ἄργοϲ ἱκοίμην», ἵν’ ῇ Ἄργοϲ δέ.
1 2 3
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.